Humanitext Reader

ポリュビオス · 歴史 §5.70.1-5.70.12

フィロテリアとアタビュリオンの占領

434 / 1311 箇所 · ギリシア語

要旨

アンティオコスはシドン包囲を断念し、フィロテリアとアタビュリオンを計略によって占領する。さらに、敵方からケライアス等の指揮官が彼の陣営に寝返る。

§5.70.1Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι.
アンティオコスは軍勢を引き連れて到着し、シドンの近くに陣を敷いた。
§5.70.2τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρχουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆθος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν·
彼は、市内にもともと豊富にあった物資の備えと、住民およびそこに逃げ込んできた人々の多さのゆえに、この都市を攻撃することは断念した。
§5.70.3ἀναλαβὼν δὲ τὴν δύναμιν αὐτὸς μὲν ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ Φιλοτερίας, Διογνήτῳ δὲ συνέταξε τῷ ναυάρχῳ πάλιν ἔχοντι τὰς ναῦς ἀποπλεῖν εἰς Τύρον.
彼は再び軍勢を引き連れて、自らはフィロテリアへと向けて行軍を開始し、海軍指揮官ディオグネトスには、船団を率いてティロスへと引き返すよう命じた。
§5.70.4ἡ δὲ Φιλοτερία κεῖται παρʼ αὐτὴν τὴν λίμνην, εἰς ἣν ὁ καλούμενος Ἰορδάνης ποταμὸς εἰσβάλλων ἐξίησι πάλιν εἰς τὰ πεδία τὰ περὶ τὴν Σκυθῶν πόλιν προσαγορευομένην.
フィロテリアはまさにあの湖の傍らに位置しており、そこにはヨルダンと呼ばれる川が流れ込み、再び流れ出て、スキトポリスと呼ばれる都市の周辺の平原へと向かっている。
§5.70.5γενόμενος δὲ καθʼ ὁμολογίαν ἐγκρατὴς ἀμφοτέρων τῶν προειρημένων πόλεων, εὐθαρσῶς ἔσχε πρὸς τὰς μελλούσας ἐπιβολὰς διὰ τὸ τὴν ὑποτεταγμένην χώραν ταῖς πόλεσι ταύταις ῥᾳδίως δύνασθαι παντὶ τῷ στρατοπέδῳ χορηγεῖν καὶ δαψιλῆ παρασκευάζειν τὰ κατεπείγοντα πρὸς τὴν χρείαν.
合意によって前述の両都市を手中に収めると、彼は今後の計画に対して大いに自信を得た。 なぜなら、これらの都市に従属する地域が、全軍に物資を容易に供給し、必要に迫られた物資を豊富に用意することができたからである。
§5.70.6ἀσφαλισάμενος δὲ φρουραῖς ταύτας ὑπερέβαλε τὴν ὀρεινὴν καὶ παρῆν ἐπʼ Ἀταβύριον, ὃ κεῖται μὲν ἐπὶ λόφου μαστοειδοῦς, τὴν δὲ πρόσβασιν ἔχει πλεῖον ἢ πεντεκαίδεκα σταδίων.
これらを守備兵によって確保すると、彼は山地を越えてアタビュリオンに到着した。 この町は乳房状の丘の上に位置しており、その登り道は十五スタディオン以上ある。
§5.70.7χρησάμενος δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐνέδρᾳ καὶ στρατηγήματι κατέσχε τὴν πόλιν·
この際、彼は伏兵と計略を用いて、この都市を占領した。
§5.70.8προκαλεσάμενος γὰρ εἰς ἀκροβολισμὸν τοὺς ἀπὸ τῆς πόλεως καὶ συγκαταβιβάσας ἐπὶ πολὺ τοὺς προκινδυνεύοντας, κἄπειτα πάλιν ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων συμβαλών, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε,
すなわち、都市の者たちを小競り合いに誘い出し、先頭に立って戦う者たちをはるか下までおびき寄せ、次いで、逃走していた自軍の兵を反転させるとともに、潜んでいた伏兵を立ち上がらせて交戦させ、彼らの多くを殺害したのである。
§5.70.9τέλος δʼ ἐπακολουθήσας καὶ προκαταπληξάμενος ἐξ ἐφόδου παρέλαβε καὶ ταύτην τὴν πόλιν.
そして最後には、彼らを追撃し、突撃によってあらかじめ恐怖に陥れることで、この都市をも奪取した。
§5.70.10κατὰ δὲ τὸν καιρὸν τοῦτον Κεραίας, εἷς τῶν· ὑπὸ Πτολεμαῖον ταττομένων ὑπάρχων, ἀπέστη πρὸς αὐτόν·
この時期、プトレマイオスの指揮下に配されていた者の一人であるケライアスが、彼のもとへと寝返った。
ᾧ χρησάμενος μεγαλοπρεπῶς πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων·
アンティオコスが彼を丁重に遇したため、敵方の指揮官たちの多くが動揺した。
§5.70.11Ἱππόλοχος γοῦν ὁ Θετταλὸς οὐ μετὰ πολὺ τετρακοσίους ἱππεῖς ἧκεν ἔχων πρὸς αὐτὸν τῶν ὑπὸ Πτολεμαῖον ταττομένων.
実際、テッサリア人のイッポロコスは、それから間もなく、やはりプトレマイオスの指揮下に配されていた騎兵四百騎を率いて、彼のもとへとやって来た。
§5.70.12ἀσφαλισάμενος δὲ καὶ τὸ Ἀταβύριον ἀνέζευξε, καὶ προάγων παρέλαβε Πέλλαν καὶ
アタビュリオンをも確保すると、彼は陣を引き払い、前進してペラと……を奪取した。

語釈・文法注

  1. §5.70.2τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω — 動詞 ἀπέγνω(断念した)は名詞化された不定詞句 τὸ καταπειράζειν を目的語として取り、さらに不定詞 καταπειράζειν が属格の目的語 τῆς πόλεως を取っている。
  2. §5.70.8ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων — 前置詞 ἐκ は後続する二つの名詞(μεταβολῆς と διαναστάσεως)の双方に係り、戦闘手段の転換を説明している。それぞれの名詞に係る属格分詞(τῶν φευγόντων と τῶν ἐγκαθημένων)は、意味上の主語(主格的属格)を形成している。
  3. §5.70.10πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων — 他動詞 ἐμετεώρισε(動揺させた、または期待を抱かせた)は、形容詞対格の πολλούς(多くの者たち)を直接目的語に取り、それに部分属格 τῶν... ἡγεμόνων(指揮官たちのうちの)が係っている。

この箇所を引用する

ポリュビオス, 歴史 §5.70.1-5.70.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.70.1-5.70.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。