Humanitext Reader

ポリュビオス · 歴史 §5.69.1-5.69.11

アンティオコスによる防衛線突破とニコラオスの退却

433 / 1311 箇所 · ギリシア語

要旨

アンティオコスが軍を三分してレバノン山麓の難所を攻撃し、テオドトスの活躍によりニコラオスの防衛線を突破して勝利を収めたこと、敗れたニコラオス側がシドンへと退却したことを記述する。

§5.69.1νάμεως ἐπὶ τὴν προκειμένην χρείαν.
[軍]勢とともに、当面の任務のために[前進した]。
τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρʼ αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον.
この地域では、レバノン山脈の麓が海岸線を狭く限られた場所に押し込めているため、この場所自体も通行が困難で険しい尾根によって仕切られており、海そのもののすぐ傍らに狭く通りにくい通路を残すのみとなっている。
§5.69.2ἐφʼ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον.
そこに、ニコラオスは当時陣を敷いており、ある場所は兵の多さによってあらかじめ占拠し、またある場所は人工の防御構築物によって確固たるものにしていたので、アンティオコスが進入するのを容易に阻止できると確信していた。
§5.69.3ὁ δὲ βασιλεὺς διελὼν εἰς τρία μέρη τὴν δύναμιν τὸ μὲν ἓν Θεοδότῳ παρέδωκε, προστάξας συμπλέκεσθαι καὶ βιάζεσθαι παρʼ αὐτὴν τὴν παρώρειαν τοῦ Λιβάνου,
一方、王は軍勢を三分し、そのうちの一つをテオドトスに委ね、レバノン山の山際のすぐ傍らで交戦し突破を試みるよう命じた。
§5.69.4τὸ δʼ ἕτερον Μενεδήμῳ, διὰ πλειόνων ἐντειλάμενος κατὰ μέσην πειράζειν τὴν ῥάχιν·
もう一つをメネデモスに委ね、尾根の中ほどを試みるよう、詳細に命じた。
§5.69.5τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρατηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας.
第三の部分を海側に割り当て、パラポタミアの将軍ディオクレスをその指揮官に据えた。
§5.69.6αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παραβοηθεῖν.
彼自身は側近とともに中央の場所を占め、すべてを見渡し、援助を必要とするすべての者を救援しようと望んだ。
§5.69.7ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγένην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πειρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζομαχίας καὶ ναυμαχίας.
これと同時に、ディオグネトスとペリゲネスの一派は、海戦の準備を整えて陣を敷き、可能な限り陸地に近づき、あたかも陸上戦と海上戦が一体の光景をなすかのようにしようと試みた。
§5.69.8πάντων δὲ ποιησαμένων ἀφʼ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβολάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλήσιον εἶναι τὸ παρʼ ἀμφοῖν ναυτικόν,
全員が一つの合図と一つの命令によって攻撃を開始すると、海戦の方は、双方の海軍が数においても装備においてもほぼ同等であったため、その危機は全く互角であった。
§5.69.9τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες.
陸上部隊の方では、最初はニコラオスの部下たちが地形の堅固さを利用して優勢であったが、まもなくテオドトスの一派が山際にいる敵を力ずくで押し戻し、次いで高所から攻撃を加えるに及んで、ニコラオスの一派は敗走し、全員が我先にと逃げ出した。
§5.69.10κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους τούτων·
敗走の途中で彼らのうち二千人ほどが戦死し、それと同数に下らない者たちが生け捕りにされた。
οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος.
残りの者はみなシドンへと退却した。
§5.69.11ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.
海戦においてはいっそう優勢であるとの希望を抱いていたペリゲネスであったが、陸上部隊の敗北を見て取り、気落ちして、同じ場所へと安全に退却した。

語釈・文法注

  1. 5.69.1νάμεως — 直前チャンクの最後の不完全な語「δυ-」と繋がり、「δυνάμεως」(軍勢、属格)を形成する。
  2. 5.69.1ἀπολειπούσῃ — 女性単数与格の現在分詞であり、直前の与格名詞「ῥάχει」(尾根)を修飾している。
  3. 5.69.2ἐφʼ ᾗ — 関係代名詞「ᾗ」(女性単数与格)の先行詞は、前文の末尾にある「πάροδον」(通路)である。
  4. 5.69.7ὡς ἂν εἰ — 「あたかも……であるかのように」という仮定の比較を表す慣用表現。

この箇所を引用する

ポリュビオス, 歴史 §5.69.1-5.69.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.69.1-5.69.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。