§5.69.1νάμεως ἐπὶ τὴν προκειμένην χρείαν.
……的军队,以应对当面的任务。
τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρʼ αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον.
由于该地区的黎巴嫩山麓将海岸线压缩在一个狭窄而局限的区域,这片地方本身也被一条难以通行且崎岖的山脊所包围,仅在海边留下一条狭窄且难行的通路。
§5.69.2ἐφʼ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον.
当时,尼科拉乌斯在此驻扎,他用大量兵力预先占领了一些地方,又用人工防御工程巩固了其他地方,因此他轻易地确信自己能阻止安条克的入侵。
§5.69.3ὁ δὲ βασιλεὺς διελὼν εἰς τρία μέρη τὴν δύναμιν τὸ μὲν ἓν Θεοδότῳ παρέδωκε, προστάξας συμπλέκεσθαι καὶ βιάζεσθαι παρʼ αὐτὴν τὴν παρώρειαν τοῦ Λιβάνου, §5.69.4τὸ δʼ ἕτερον Μενεδήμῳ, διὰ πλειόνων ἐντειλάμενος κατὰ μέσην πειράζειν τὴν ῥάχιν· §5.69.5τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρατηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας.
国王将军队分为三部分,将其中之一交给狄奥多托斯,命令他在黎巴嫩山麓的近旁交战并强行突破,将第二部分交给梅内德莫斯,给予他更详细的指示,命他沿山脊中部进行尝试;将第三部分分配给海边一侧,任命帕拉波塔米亚的将军迪奥克莱斯为指挥官。
§5.69.6αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παραβοηθεῖν.
他自己则带着卫队占据了中间的位置,希望观察一切并向任何需要帮助的地方提供援助。
§5.69.7ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγένην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πειρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζομαχίας καὶ ναυμαχίας.
与此同时,迪奥格奈托斯和佩里格奈斯的一派做好了战斗准备,列阵进行海战,尽可能地向陆地靠近,试图营造出一种仿佛陆战和海战融为一体的景象。
§5.69.8πάντων δὲ ποιησαμένων ἀφʼ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβολάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλήσιον εἶναι τὸ παρʼ ἀμφοῖν ναυτικόν, §5.69.9τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες.
当所有人根据同一个信号和同一个命令发起进攻时,海战的危险程度是不相上下的,因为双方的海军在数量和装备上都非常接近,但在步兵方面,起初尼科拉乌斯的部下利用地形的险要占了上风,然而随着狄奥多托斯的一派迅速击退了山麓上的守军,随后从高处发起进攻,尼科拉乌斯一派随即溃败,全军狼狈逃跑。
§5.69.10κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους τούτων· οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος.
在逃跑过程中,他们约有二千人战死,被生擒的人也不少于此数;其余所有人全退往西顿。
§5.69.11ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.
佩里格奈斯虽然在海战中曾抱有更乐观的希望,但在观察到步兵的失败并感到泄气后,安全地退回到了同样的地方。