§5.68.1διόπερ ἐπεὶ πρεσβεύοντες μὲν ἅλις εἶχον ἀμφότεροι, πέρας δʼ οὐδὲν ἐγίνετο περὶ τὰς συνθήκας, συνῆπτε δὲ τὰ τῆς ἐαρινῆς ὥρας, Ἀντίοχος μὲν συνῆγε τὰς δυνάμεις, ὡς εἰσβαλῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ καταστρεψόμενος τὰ καταλειπόμενα μέρη τῶν ἐν Κοίλῃ Συρίᾳ πραγμάτων,
それゆえ、双方が使節を送ることを十分に行い、条約に関しては何らの結論にも至らなかったが、春の季節が迫っていたため、アンティオコスは、陸海双方から侵入してコイレ・シリアの諸事情における残りの部分を制圧する意図をもって、軍勢を集め始めた。
§5.68.2οἱ δὲ περὶ τὸν Πτολεμαῖον ὁλοσχερέστερον ἐπιτρέψαντες τῷ Νικολάῳ χορηγίας τε παρεῖχον εἰς τοὺς κατὰ Γάζαν τόπους δαψιλεῖς καὶ δυνάμεις ἐξέπεμπον πεζικὰς καὶ ναυτικάς.
一方、プトレマイオスの一派は、ニコラオスにいっそう全面的に委ねる形で、ガザ周辺の地域に豊かな補給を提供し、陸軍および海軍の部隊を送り出した。
§5.68.3ὧν προσγενομένων εὐθαρσῶς ὁ Νικόλαος εἰς τὸν πόλεμον ἐνέβαινε, πρὸς πᾶν τὸ παραγγελλόμενον ἑτοίμως αὐτῷ συνεργοῦντος Περιγένους τοῦ ναυάρχου·
これらが合流すると、ニコラオスは確信を持って戦争へと入っていったが、その際、海軍指揮官ペリゲネスが命じられたすべてのことに対して熱心に彼に協力した。
§5.68.4τοῦτον γὰρ ἐπὶ τῶν ναυτικῶν δυνάμεων ἐξαπέστειλαν οἱ περὶ τὸν Πτολεμαῖον, ἔχοντα καταφράκτους μὲν ναῦς τριάκοντα, φορτηγοὺς δὲ πλείους τῶν τετρακοσίων.
というのも、プトレマイオスの一派は、このペリゲネスを海軍部隊の指揮のために派遣しており、彼は三十隻の装甲船と四百隻以上の輸送船を擁していたからである。
§5.68.5Νικόλαος δὲ τὸ μὲν γένος ὑπῆρχεν Αἰτωλός, τριβὴν δὲ καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς οὐδενὸς εἶχεν ἐλάττω τῶν παρὰ Πτολεμαίῳ στρατευομένων.
ニコラオスは、生まれはアイトリア人であったが、軍事における経験と大胆さにおいては、プトレマイオスの下で軍役に就いているいかなる者にも劣っていなかった。
§5.68.6προκαταλαβόμενος δὲ μέρει μέν τινι τὰ κατὰ Πλάτανον στενά, τῇ δὲ λοιπῇ δυνάμει, μεθʼ ἧς αὐτὸς ἦν, τὰ περὶ Πορφυρεῶνα πόλιν, ταύτῃ παρεφύλαττε τὴν εἰσβολὴν τοῦ βασιλέως, ὁμοῦ συνορμούσης αὐτῷ καὶ τῆς ναυτικῆς δυνάμεως.
彼は、部隊の一部をもってプラタノス周辺の狭隘な通路をあらかじめ占領し、彼自身が率いる残りの軍勢をもってポルピュレオン市周辺を占領した上で、海軍部隊もまた彼と並行して錨を下ろす中、この場所で王の侵入を警戒して待ち構えた。
§5.68.7Ἀντίοχος δὲ παρελθὼν εἰς Μάραθον, καὶ παραγενομένων πρὸς αὐτὸν Ἀραδίων ὑπὲρ συμμαχίας, οὐ μόνον προσεδέξατο τὴν συμμαχίαν, ἀλλὰ καὶ τὴν διαφορὰν τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους κατέπαυσε, διαλύσας τοὺς ἐν τῇ νήσῳ πρὸς τοὺς τὴν ἤπειρον κατοικοῦντας τῶν Ἀραδίων.
アンティオコスはマラトスに進んだが、アラドスの人々が同盟を求めて彼のもとにやって来ると、同盟を受け入れただけでなく、島に住むアラドス人と本土に住むアラドス人との間を和解させ、彼らの間に以前から存在していた相互の不和を終わらせた。
§5.68.8μετὰ δὲ ταῦτα ποιησάμενος τὴν εἰσβολὴν κατὰ τὸ καλούμενον Θεοῦ πρόσωπον ἧκε πρὸς Βηρυτόν, Βότρυν μὲν ἐν τῇ παρόδῳ καταλαβόμενος, Τριήρη δὲ καὶ Κάλαμον ἐμπρήσας.
この後、彼はいわゆる「神の顔」を通って侵入し、途中でボトリュスを占領し、トリエレスとカラモスを焼き払った上で、ベリュトスに至った。
§5.68.9ἐντεῦθεν δὲ Νίκαρχον μὲν καὶ Θεόδοτον προαπέστειλε, συντάξας προκαταλαβέσθαι τὰς δυσχωρίας περὶ τὸν Λύκον καλούμενον ποταμόν·
そこから、彼はニカルコスとテオドトスをあらかじめ派遣し、いわゆるリュコス川周辺の難所をあらかじめ占領するように命じた。
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν προῆλθε καὶ κατεστρατοπέδευσε περὶ τὸν Δαμούραν ποταμόν, συμπαραπλέοντος ἅμα καὶ Διογνήτου τοῦ ναυάρχου.
彼自身は軍を率いて進み、海軍指揮官ディオグネトスが並行して航行する中、ダムラス川の周辺に陣を敷いた。
§5.68.10παραλαβὼν δὲ πάλιν ἐντεῦθεν τούς τε περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον τοὺς ἐκ τῆς δυνάμεως εὐζώνους, ὥρμησε κατασκεψόμενος τὰς προκατεχομένας ὑπὸ τῶν περὶ τὸν Νικόλαον δυσχωρίας.
そこから再び、テオドトスとニカルコスの一派、および軍の中の軽装兵たちを伴って、彼はニコラオスの一派によってあらかじめ占拠されていた難所を偵察するために出発した。
§5.68.11συνθεωρήσας δὲ τὰς τῶν τόπων ἰδιότητας, τότε μὲν ἀνεχώρησε πρὸς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν, καταλιπὼν αὐτοῦ τὰ βαρέα τῶν ὅπλων καὶ Νίκαρχον ἐπὶ τούτων, προῆγε μετὰ τῆς λοιπῆς δυ
その地の地形の特徴を観察した上で、彼はその時は宿営地へと引き返したが、翌日、重武装の部隊と、それらを指揮するニカルコスをその場に残し、残りの軍勢とともに前進した。