§5.60.1Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφʼ ᾧ παραλαβεῖν ἄνευ κινδύνου τὴν Σελεύκειαν·
アンティオコスは最初、金銭や多くの約束を提示して、危険を冒さずにセレウケイアを引き渡してもらうという条件で、都市の長官たちに交渉を持ちかけた。
§5.60.2ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγεμόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου.
しかし、全権を握る者たちを説得することができなかったため、彼は局地の指揮官たちの幾人かを買収した。 彼らを信頼した上で、彼は海側の地域からは海軍の者たちによって、陸側の地域からは陸上軍によって攻撃を行わせるつもりで、軍勢の準備を整えた。
§5.60.3διελὼν οὖν εἰς τρία μέρη τὴν δύναμιν, καὶ παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ, καὶ δωρεὰς μεγάλας καὶ στεφάνους ἐπʼ ἀνδραγαθίᾳ καὶ τοῖς ἰδιώταις καὶ τοῖς ἡγεμόσι προκηρύξας, §5.60.4Ζεύξιδι μὲν καὶ τοῖς μετʼ αὐτοῦ παρέδωκε τοὺς κατὰ τὴν ἐπʼ Ἀντιόχειαν φέρουσαν πύλην τόπους, Ἑρμογένει δὲ τοὺς κατὰ τὸ Διοσκούριον, Ἄρδυϊ δὲ καὶ Διογνήτῳ τὰς κατὰ τὸ νεώριον καὶ τὸ προάστειον ἐπέτρεψε προσβολάς,
そこで彼は軍勢を三つの部隊に分割し、状況にふさわしい激励を行い、また兵卒と指揮官の双方に、武勇に対する多大な恩賞と花冠を授与することを布告して、ゼウクシスとその部下たちにはアンティオキアに通じる門の周辺の地域を委ね、ヘルモゲネスにはディオスクリオンの周辺を、アルデュスとディオグネトスには造船所および郊外地区への攻撃を任せた。
§5.60.5διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγονέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς πόλεως.
これは、市内の内通者たちとの間で、もし彼が力ずくで郊外地区を占領したならば、それによって都市そのものも彼に引き渡されるであろうという、ある合意がなされていたためであった。
§5.60.6ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν·
合図が送られると、全員が一斉に、かつあらゆる方向から活発で激しい攻撃を開始した。
τολμηρότατα μέντοι προσέβαλον οἱ περὶ τὸν Ἄρδυν καὶ Διόγνητον,
しかし、最も大胆に攻撃を仕掛けたのは、アルデュスとディオグネトスの率いる一団であった。
§5.60.7διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς.
なぜなら、他の場所は、四つん這いになるようにして取りすがって進まない限り、梯子を用いた攻撃をまったく受け付けないのに対して、造船所や郊外地区は、梯子を運び、立て、架ける作業を安全に行うことが可能だったからである。
§5.60.8διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δʼ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν.
そのため、海軍が造船所に、アルデュスの一団が郊外地区に梯子を架けて精力的に攻め立てる一方、市内の守備兵たちは、あらゆる場所に危機が迫っていたために彼らの救援に向かうことができず、たちまち郊外地区はアルデュスの一団によって制圧された。
§5.60.9οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν ἢ κατὰ κράτος ἁλῶναι τὴν πόλιν.
ここが占領されると、買収されていた局地指揮官たちは直ちに、全軍を統括するレオンティオスのもとに駆け寄り、力ずくで都市が攻略される前に、使者を派遣してアンティオコスと条件を取り決めるべきだと主張した。
§5.60.10ὁ δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφα
レオンティオスは、指揮官たちの買収を知らず、彼らの動揺に驚愕し、市内のすべての人々の安全のために誓約を交わす使者たちを派遣した、すべての人々の安……