§5.60.1Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφʼ ᾧ παραλαβεῖν ἄνευ κινδύνου τὴν Σελεύκειαν·
另一方面,安条克起初派人与该城的长官谈判,提出给以金钱和诸多许诺,条件是免于危险地接收塞琉西亚。
§5.60.2ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγεμόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου.
但由于无法说服总揽大权的长官,他便收买了部分负责局部防守的指挥官。 信赖他们之后,他开始整顿军队,意图在海侧由海军人员发起进攻,在陆侧则由陆军营地的人员发起进攻。
§5.60.3διελὼν οὖν εἰς τρία μέρη τὴν δύναμιν, καὶ παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ, καὶ δωρεὰς μεγάλας καὶ στεφάνους ἐπʼ ἀνδραγαθίᾳ καὶ τοῖς ἰδιώταις καὶ τοῖς ἡγεμόσι προκηρύξας,
于是,他将军队分为三部分,并发表了适合当时情况的训言,同时宣布对表现勇敢的普通士兵和指挥官均将赏赐重礼和花冠。
§5.60.4Ζεύξιδι μὲν καὶ τοῖς μετʼ αὐτοῦ παρέδωκε τοὺς κατὰ τὴν ἐπʼ Ἀντιόχειαν φέρουσαν πύλην τόπους, Ἑρμογένει δὲ τοὺς κατὰ τὸ Διοσκούριον, Ἄρδυϊ δὲ καὶ Διογνήτῳ τὰς κατὰ τὸ νεώριον καὶ τὸ προάστειον ἐπέτρεψε προσβολάς,
他将通往安条克的大门附近的地区交给了泽乌克西斯及其部下,将狄奥斯库里翁附近的地区交给了赫尔莫格尼斯,而将对船坞和郊区的进攻任务委任给了阿耳迪斯和迪奥格内图斯。
§5.60.5διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγονέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς πόλεως.
这是因为他和城内的人达成了这样的协议:如果他能用武力攻占郊区,城市本身也将在这种情况下被移交给他。
§5.60.6ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν· τολμηρότατα μέντοι προσέβαλον οἱ περὶ τὸν Ἄρδυν καὶ Διόγνητον,
信号发出后,所有人同时从四面八方发起了猛烈而强劲的进攻;然而,阿耳迪斯和迪奥格内图斯麾下的人进攻最为大胆。
§5.60.7διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς.
因为其他地方除非像四肢着地那样贴壁攀爬强行推进,否则根本无法容许用梯子进攻;而船坞和郊区则允许安全地运送、立起和架设梯子。
§5.60.8διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δʼ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν.
因此,由于海军人员已将梯子架在船坞上,阿耳迪斯麾下的人也将梯子架在郊区上并强力攻打,而城里的防守者又因各处均面临险境而无法前去增援,郊区很快便落入了阿耳迪斯等人的手中。
§5.60.9οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν ἢ κατὰ κράτος ἁλῶναι τὴν πόλιν.
此地被占领后,那些已被收买的局部指挥官立刻跑到总揽大权的莱昂提乌斯那里,极力主张应当派遣使者,在城市被武力攻陷之前与安条克达成协议。
§5.60.10ὁ δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφα
莱昂提乌斯虽然不知道这些指挥官已被收买,但被他们的动摇所吓倒,便派出了前去为城中所有人的安全达成协议的使者,为了城中所有人的安……