§5.59.1οὐ μὴν ἀλλʼ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δʼ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον.
ともあれ、これらのことが決定されると、アンティオコスは海軍将官ディオグネトスに対してセレウケイアに向けて航行するよう命じ、自身は軍勢を率いてアパメイアを出発し、同市から約五スタディオン離れたところに達すると、競馬場の近くに陣を構えた。
§5.59.2Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησόμενον ἅμα τῶν αὑτοῦ πραγμάτων.
一方、「一・五倍男」と呼ばれるテオドトスを、適切な軍勢とともにコイレ・シリア地方へと派遣した。 これは、隘路を占拠し、同時に自身の軍事行動を掩護するためであった。
§5.59.3τὴν δὲ τῆς Σελευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει.
ところで、セレウケイアの立地と周辺地域の特異性は、その自然において次のようなものである。
§5.59.4κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, ὃ καλοῦσι Κορυφαῖον·
すなわち、同市はキリキアとポイニケの間の海に面して位置しており、その上にはコリュパイオンと呼ばれるきわめて大きな山がそびえている。
§5.59.5ᾧ πρὸς μὲν τὴν ἀφʼ ἑσπέρας πλευρὰν προσκλύζει τὸ καταλῆγον τοῦ πελάγους τοῦ μεταξὺ κειμένου Κύπρου καὶ Φοινίκης, τοῖς δʼ ἀπὸ τῆς ἠοῦς μέρεσιν ὑπέρκειται τῆς Ἀντιοχέων καὶ Σελευκέων χώρας.
この山は、西側では、キプロスとポイニケの間に広がる海の端が打ち寄せており、東側では、アンティオキアとセレウケイアの領土を見下ろしている。
§5.59.6ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύκειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρημνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην.
そして、この山の南側の斜面にセレウケイアは位置しており、深く通行困難な谷によって(山から)隔てられ、海に向かって下りつつ傾斜しているが、その大部分は切り立った崖や岩に囲まれている。
§5.59.7ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τʼ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, διαφερόντως τετειχισμένον.
海に向かって傾斜している側のふもとの平地には、交易地と郊外地区が位置しており、これらは格別に強固な城壁で囲まれている。
§5.59.8παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς.
同様に、都市の全域も高価な城壁によって防備を固められており、神殿や各種建造物の構造によって見事に装飾されている。
§5.59.9πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμακωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι πυκνοῖς καὶ συνεχέσι διειλημμένην.
海側からの接近路はただ一つ、階段状に作られた人工の道があり、それは多数の連続する急坂とジグザグの曲がり角によって区切られている。
§5.59.10ὁ δὲ καλούμενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, ἐπʼ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν,
また、オロンテスと呼ばれる川が、同市の近くに河口を形成している。 この川はレバノンおよびアンティレバノン山脈の地方に源流を持ち、アミュケスと呼ばれる平野を横切って、アンティオキアに達する。
§5.59.11διʼ ἧς φερόμενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρημένον πέλαγος.
そして、アンティオキアを通り抜け、その豊かな流量によって人間の出すあらゆる汚物を受け流しながら、最終的にセレウケイアから遠くない場所で、前述の海へと注ぎ込んでいる。