§5.6.1μένας πόλεις ἐπυνθάνετο καὶ διηρεύνα.
隣接する都市について尋ね、調査した。
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος ὁ στρατηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας·
ちょうどこの時、将軍アリストパントスがアカルナニア人全員を引き連れて到着した。
πολλὰ γὰρ καὶ δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπʼ Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς.
彼らは以前アイトリア人から多くのひどい苦難を被っていたため、あらゆる方法でアイトリア人に報復し、打撃を与えることを熱望していたのである。
§5.6.2διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρκείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις ὁ νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τινές.
それゆえ、彼らはその時マケドニア人の救援を喜んで受け入れ、武器をとってやって来たが、法律が出征を義務づけている者たちだけでなく、年長者の一部までもが加わっていた。
§5.6.3οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπειρῶται διὰ τὰς παραπλησίους αἰτίας·
エペイロス人も同様の理由から、彼らに劣らぬ熱意を抱いていた。
διὰ δὲ τὸ μέγεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνίδιον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ τῶν καιρῶν.
しかし、国土が広大であったことと、フィリッポスの到着が不意であったことのために、時機に合わせた集結が遅れてしまった。
§5.6.4τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας.
アイトリア人の側では、すでに述べたように、ドリマコスがその半数を率いて出征しており、残りの半数は残されていた。 彼は、この予備兵力が、不測の事態に対して都市や国土を守るのに十分であると考えていたからである。
§5.6.5ὁ δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε.
王は荷物の十分な守備隊を残し、その時は夕方にリムナイアから出発して約六十スタディオン進んだところで宿営した。
§5.6.6δειπνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύναμιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν.
夕食をとり、軍勢を少し休息させた後、彼は再び出発した。 そして一晩中行軍を続け、ちょうど夜が明け始めた頃にコーノペーとストラトスの間を流れるアケロオス川に到着した。 これは、テルモスにある場所へ、不意に、そして予想外に襲撃することを急いでいたためである。