§5.6.1μένας πόλεις ἐπυνθάνετο καὶ διηρεύνα.
[相邻的] 城市进行询问和查探。
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος ὁ στρατηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας· πολλὰ γὰρ καὶ δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπʼ Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς.
正是在这个时候,将军阿里斯托凡托斯率领全体阿卡纳尼亚人到达;因为他们在早些时候遭受了阿托利亚人的许多严重侵害,所以极度渴望以各种方式对阿托利亚人进行报复和打击。
§5.6.2διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρκείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις ὁ νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τινές.
因此,他们当时欣然接受了马其顿人的援助,全副武装而来,不仅有法律规定必须服役的人,甚至还有一些年长者。
§5.6.3οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπειρῶται διὰ τὰς παραπλησίους αἰτίας· διὰ δὲ τὸ μέγεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνίδιον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ τῶν καιρῶν.
伊庇鲁斯人也由于类似的原因抱有不亚于他们的热忱;但由于国土辽阔以及腓力来得突然,他们在及时集结上滞后了。
§5.6.4τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας.
在阿托利亚人方面,正如我所说,多里马科斯已率领半数兵力出征,而留下了另一半,他认为这支留守部队足以应对突发情况,保护各城市和国土。
§5.6.5ὁ δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε.
国王在留下足够的辎重守备队后,当时便在傍晚从利姆奈亚出发,前行了大约六十斯塔德后安营扎寨。
§5.6.6δειπνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύναμιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν.
他在让军队吃过晚饭并稍作休息后,再次出发,彻夜不停地行军,恰好在天刚破晓时分来到了科诺佩和斯特拉托斯之间的阿克洛奥斯河畔,急于对塞尔莫斯境内的地方发起突然且出人意料的袭击。