§5.55.1ὁ δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνοροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορηγεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐτοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπʼ αὐτούς, καὶ πρῶτον ἐπὶ τὸν Ἀρταβαζάνην,
王は起きた成功に奮い立ち、自らのサトラペイアの彼方に位置しこれと国境を接する蛮族の支配者たちに対して威を震い、彼らを恐怖させて、彼らが王に対して反乱を起こす者たちに物資を供給したり共に戦ったりするのを思いとどまらせたいと望み、彼らへの遠征、とりわけ最初はアルタバザネスに対する遠征を企てた。
§5.55.2ὃς ἐδόκει βαρύτατος εἶναι καὶ πρακτικώτατος τῶν δυναστῶν, δεσπόζειν δὲ καὶ τῶν Σατραπείων καλουμένων καὶ τῶν τούτοις συντερμονούντων ἐθνῶν.
彼は、これら支配者たちの中で最も強力かつ活動的な人物であり、いわゆるサトラペイオイと呼ばれる人々やこれと国境を接する諸民族を支配しているとみなされていた。
§5.55.3Ἑρμείας δὲ κατὰ τοὺς καιροὺς τούτους ἐδεδίει μὲν τὴν εἰς τοὺς ἄνω τόπους στρατείαν διὰ τὸν κίνδυνον, ὠρέγετο δὲ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τῆς ἐπὶ τὸν Πτολεμαῖον στρατείας·
ヘルメイアスは、この時期、危険を恐れて内陸地方への遠征を嫌がっていたが、当初からの目論見通り、プトレマイオスに対する遠征を切望していた。
§5.55.4οὐ μὴν ἀλλὰ προσπεσόντος υἱὸν γεγονέναι τῷ βασιλεῖ, νομίσας καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον ἐν τοῖς ἄνω τόποις ὑπὸ τῶν βαρβάρων καὶ παραδοῦναι καιροὺς αὑτῷ πρὸς ἐπαναίρεσιν, συγκατέθετο τῇ στρατείᾳ,
しかしながら、王に息子が生まれたという知らせが届くと、アンティオコスが内陸地方で蛮族の手によって何らかの災いに遭い、自分が彼を排除する機会が与えられるかもしれないと考え、遠征に同意した。
§5.55.5πεπεισμένος, ἐὰν ἐπανέληται τὸν Ἀντίοχον, ἐπιτροπεύων τοῦ παιδίου κύριος ἔσεσθαι τῆς ἀρχῆς αὐτός.
彼は、アンティオコスを亡き者にすれば、自分がその幼子の後見人となって帝国を自ら支配することになると確信していたのである。
§5.55.6κριθέντων δὲ τούτων ὑπερβαλόντες τὸν Ζάγρον ἐνέβαλον εἰς τὴν Ἀρταβαζάνου χώραν,
これらのことが決定されると、彼らはザグロス山脈を越えてアルタバザネスの領土へと侵入した。
§5.55.7ἣ παράκειται μὲν τῇ Μηδίᾳ, διειργούσης αὐτὴν τῆς ἀνὰ μέσον κειμένης ὀρεινῆς, ὑπέρκειται δʼ αὐτῆς τινὰ μέρη τοῦ Πόντου κατὰ τοὺς ὑπὲρ τὸν Φᾶσιν τόπους, συνάπτει δὲ πρὸς τὴν Ὑρκανίαν θάλατταν,
この領土はメディアに隣接しているが、その間に横たわる山岳地帯がそれを隔てており、その一部はファシス川の上流地方においてポントス地方を見下ろし、またヒュルカニア海に接している。
§5.55.8ἔχει δὲ πλῆθος ἀνδρῶν ἀλκίμων καὶ μᾶλλον ἱππέων, αὐτάρκης δὲ καὶ ταῖς λοιπαῖς ἐστι ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς.
そこには勇敢な人々、とりわけ騎兵が数多くおり、その他の戦争の備えに関しても自給自足が可能であった。
§5.55.9ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν ἀπὸ Περσῶν ἔτι διατηρεῖσθαι, παροραθείσης αὐτῆς ἐν τοῖς κατʼ Ἀλέξανδρον καιροῖς.
この政権は、アレクサンドロスの時代に見過ごされていたため、ペルシアの時代から今なお維持され続けている。
§5.55.10ὁ δʼ Ἀρταβαζάνης, καταπλαγεὶς τὴν ἔφοδον τοῦ βασιλέως, καὶ μάλιστα διὰ τὴν ἡλικίαν, τελέως γὰρ ἤδη γηραιὸς ἦν, εἴξας τοῖς παροῦσιν ἐποιήσατο συνθήκας εὐδοκουμένας Ἀντιόχῳ.
アルタバザネスは王の進撃に恐れをなし、またとりわけ年齢のせいでもあった(というのも彼はすでに完全に高齢であったため)、現状に屈してアンティオコスが満足するような条約を結んだ。