Humanitext Reader

波利比奥斯 · 历史 §5.55.1-5.55.10

安提阿斯远征阿塔巴扎内斯并迫其屈服

第 419 段,共 1311 段 · 希腊语

内容简介

安提阿斯三世因成功而倍受鼓舞,计划远征邻近的蛮族统治者,而赫美亚斯为夺权而支持此役。大军入侵阿塔巴扎内斯的领地,后者屈服并缔结了有利的和约。

§5.55.1ὁ δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνοροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορηγεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐτοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπʼ αὐτούς, καὶ πρῶτον ἐπὶ τὸν Ἀρταβαζάνην, §5.55.2ὃς ἐδόκει βαρύτατος εἶναι καὶ πρακτικώτατος τῶν δυναστῶν, δεσπόζειν δὲ καὶ τῶν Σατραπείων καλουμένων καὶ τῶν τούτοις συντερμονούντων ἐθνῶν.
国王因先前的成功而倍受鼓舞,并希望威慑和恐吓那些位于他自己行省之外并与之接壤的蛮族统治者,使他们不敢向反叛他的人提供物资或协同作战,于是他着手对他们进行远征,首当其冲的是针对阿塔巴扎内斯,此人被认为是这些统治者中最强大、最活跃的一位,统治着所谓的萨特拉佩奥伊人以及与他们接壤的诸民族。
§5.55.3Ἑρμείας δὲ κατὰ τοὺς καιροὺς τούτους ἐδεδίει μὲν τὴν εἰς τοὺς ἄνω τόπους στρατείαν διὰ τὸν κίνδυνον, ὠρέγετο δὲ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τῆς ἐπὶ τὸν Πτολεμαῖον στρατείας· §5.55.4οὐ μὴν ἀλλὰ προσπεσόντος υἱὸν γεγονέναι τῷ βασιλεῖ, νομίσας καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον ἐν τοῖς ἄνω τόποις ὑπὸ τῶν βαρβάρων καὶ παραδοῦναι καιροὺς αὑτῷ πρὸς ἐπαναίρεσιν, συγκατέθετο τῇ στρατείᾳ, §5.55.5πεπεισμένος, ἐὰν ἐπανέληται τὸν Ἀντίοχον, ἐπιτροπεύων τοῦ παιδίου κύριος ἔσεσθαι τῆς ἀρχῆς αὐτός.
赫美亚斯在此期间因危险而害怕向内陆地区的远征,但他仍渴望按照最初的意图进行针对普托勒密的远征;然而,当传来国王喜得贵子的消息时,他心想安提阿斯可能会在内陆地区死于蛮族之手,从而给自己提供除掉他的机会,于是他同意了这次远征,他确信,如果除掉了安提阿斯,他自己作为婴儿的监护人,就能亲自掌控帝国。
§5.55.6κριθέντων δὲ τούτων ὑπερβαλόντες τὸν Ζάγρον ἐνέβαλον εἰς τὴν Ἀρταβαζάνου χώραν, §5.55.7ἣ παράκειται μὲν τῇ Μηδίᾳ, διειργούσης αὐτὴν τῆς ἀνὰ μέσον κειμένης ὀρεινῆς, ὑπέρκειται δʼ αὐτῆς τινὰ μέρη τοῦ Πόντου κατὰ τοὺς ὑπὲρ τὸν Φᾶσιν τόπους, συνάπτει δὲ πρὸς τὴν Ὑρκανίαν θάλατταν, §5.55.8ἔχει δὲ πλῆθος ἀνδρῶν ἀλκίμων καὶ μᾶλλον ἱππέων, αὐτάρκης δὲ καὶ ταῖς λοιπαῖς ἐστι ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς.
在这些事情决定之后,他们越过了扎格罗斯山脉,侵入了阿塔巴扎内斯的领土,这片领土与麦地亚相邻,尽管介于其间的山脉将两者隔开,在法希斯河上游地区,其部分地方俯瞰着蓬托斯,并与赫尔卡尼亚海接壤,那里有许多骁勇之士,尤其是骑兵,而且在其他战争准备方面也能自给自足。
§5.55.9ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν ἀπὸ Περσῶν ἔτι διατηρεῖσθαι, παροραθείσης αὐτῆς ἐν τοῖς κατʼ Ἀλέξανδρον καιροῖς.
这个政权自波斯时代起就被保留了下来,因为在亚历山大时代它被忽略了。
§5.55.10ὁ δʼ Ἀρταβαζάνης, καταπλαγεὶς τὴν ἔφοδον τοῦ βασιλέως, καὶ μάλιστα διὰ τὴν ἡλικίαν, τελέως γὰρ ἤδη γηραιὸς ἦν, εἴξας τοῖς παροῦσιν ἐποιήσατο συνθήκας εὐδοκουμένας Ἀντιόχῳ.
而阿塔巴扎内斯因国王的进犯而感到恐吓,尤其是因为他的年龄,因为他已经完全是一个老人了,便向眼前的形势妥协,与安提阿斯缔结了令其满意的和约。

词汇与语法注释

  1. §5.55.1ἀναταθῆναι — 动词 ἀνατείνω(举手、威胁)的不定代词被动式。在此处具有“展示威势”、“施加威胁”的中性/主动含义,与 καταπλήξασθαι 并列。
  2. §5.55.4προσπεσόντος — 属格独立结构,但没有明确的名词主语,后续的宾格不定式从句(υἱὸν γεγονέναι τῷ βασιλεῖ)充当了实际上的主语(即“当传来国王喜得贵子的消息时”)。
  3. §5.55.4παθεῖν ἄν — 伴有语气词 ἄν 的不定式,由分词 νομίσας(认为)引导,在间接引语中表示直接引语中的潜在祈愿语气(πάθοι ἄν,“可能遭遇[某种灾难]”)。
  4. §5.55.5κύριος ἔσεσθαι ... αὐτός — 由于将来时不定式 ἔσεσθαι 的主语与主句分词 πεπεισμένος 的主语(赫美亚斯)一致,因此这里使用主格(αὐτός)而非宾格。

引用这一段

波利比奥斯, 历史 §5.55.1-5.55.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.55.1-5.55.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。