Humanitext Reader

ポリュビオス · 歴史 §5.56.1-5.56.15

アンティオコスによる寵臣ヘルメイアスの暗殺

420 / 1311 箇所 · ギリシア語

要旨

医師アポロファネスの告発と勧めに基づき、アンティオコス王は寵臣ヘルメイアスの暗殺を決意し、病気を装うことで周囲を欺き、人里離れた場所で彼を刺殺する。

§5.56.1τούτων δὲ κυρωθέντων Ἀπολλοφάνης ὁ ἰατρός, ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως διαφερόντως, θεωρῶν τὸν Ἑρμείαν οὐκέτι φέροντα κατὰ σχῆμα τὴν ἐξουσίαν, ἠγωνία μὲν καὶ περὶ τοῦ βασιλέως, τὸ δὲ πλεῖον ὑπώπτευε καὶ κατάφοβος ἦν ὑπὲρ τῶν καθʼ αὑτόν.
これらのことが決定されると、医師アポロファネスは、王から格別に愛されていたが、ヘルメイアスがもはや自らの権力を分をわきまえて行使していないのを見て、王の身を案じるとともに、それ以上に自らの身の上を疑い、恐れを抱いた。
§5.56.2διὸ λαβὼν καιρὸν προσφέρει τῷ βασιλεῖ λόγον, παρακαλῶν μὴ ῥᾳθυμεῖν μηδʼ ἀνυπονόητον εἶναι τῆς Ἑρμείου τόλμης, μηδʼ ἕως τούτου περιμεῖναι μέχρις ἂν οὗ τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν.
そこで彼は好機を捉えて王に発言し、怠惰に過ごさず、ヘルメイアスの不敵な企てに無警戒でいないよう、また兄の時と同じような惨事に自らも苦しむことになるまで事態を傍観していないようにと勧告した。
§5.56.3ἀπέχειν δʼ οὐ μακρὰν αὐτὸν ἔφη τοῦ κινδύνου· διὸ προσέχειν ἠξίου καὶ βοηθεῖν κατὰ σπουδὴν αὑτῷ τε καὶ τοῖς φίλοις.
そして、王の身に危険が迫っていると語り、それゆえに王自身と友人たちを大急ぎで救援するよう注意を促した。
§5.56.4τοῦ δʼ Ἀντιόχου πρὸς αὐτὸν ἀνθομολογησαμένου διότι καὶ δυσαρεστεῖ καὶ φοβεῖται τὸν Ἑρμείαν, ἐκείνῳ δὲ μεγάλην χάριν ἔχειν φήσαντος ἐπὶ τῷ κηδεμονικῶς τετολμηκέναι περὶ τούτων εἰπεῖν πρὸς αὐτόν, §5.56.5ὁ μὲν Ἀπολλοφάνης εὐθαρσὴς ἐγένετο τῷ δοκεῖν μὴ διεψεῦσθαι τῆς αἱρέσεως καὶ διαλήψεως τῆς τοῦ βασιλέως,
アンティオコスが彼に対して、自分もまたヘルメイアスに不満を抱き、恐れていることを告白し、さらにアポロファネスがこの件について思いやりをもって敢えて進言してくれたことに大いに感謝していると述べると、アポロファネスは、王の意向や考えについて自分が誤っていなかったと思われることで、勇気を得た。
§5.56.6ὁ δʼ Ἀντίοχος ἠξίου τὸν Ἀπολλοφάνην συνεπιλαβέσθαι μὴ μόνον τοῖς λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις τῆς αὑτοῦ τε καὶ τῶν φίλων σωτηρίας.
そこでアンティオコスはアポロファネスに対し、言葉だけでなく行動においても、王自身と友人たちの安全のために協力するよう求めた。
§5.56.7τοῦ δὲ πρὸς πᾶν ἑτοίμως ἔχειν φήσαντος, συμφρονήσαντες μετὰ ταῦτα καὶ προβαλόμενοι σκῆψιν ὡς σκοτωμάτων τινῶν ἐπιπεπτωκότων τῷ βασιλεῖ, τὴν μὲν θεραπείαν ἀπέλυσαν ἐπί τινας ἡμέρας καὶ τοὺς εἰθισμένους παρευτακτεῖν,
彼がどんなことにも応じる用意があると答えると、彼らはその後に計画を練り、王にめまいが襲ったという口実を設けて、数日間の治療のために、普段傍らで控えている従者たちを下がらせた。
§5.56.8πρὸς δὲ τοὺς φίλους ἔλαβον ἐξουσίαν οἷς βούλοιντο κατʼ ἰδίαν χρηματίζειν διὰ τὴν τῆς ἐπισκέψεως πρόφασιν.
...そして、その見舞いという口実を利用して、自分たちが望む友人たちと私的に会談する自由を得た。
§5.56.9ἐν ᾧ καιρῷ κατασκευασάμενοι τοὺς ἐπιτηδείους πρὸς τὴν πρᾶξιν, πάντων ἑτοίμως αὐτοῖς συνυπακουόντων διὰ τὸ πρὸς τὸν Ἑρμείαν μῖσος, ἐγίνοντο πρὸς τὸ συντελεῖν τὴν ἐπιβολήν.
この間に、暗殺の実行に適した者たちをあらかじめ手なずけたが、誰もがヘルメイアスへの憎しみから彼らに快く協力したため、彼らは企てを実行に移す準備を進めた。
§5.56.10φασκόντων δὲ δεῖν τῶν ἰατρῶν ἅμα τῷ φωτὶ ποιεῖσθαι τοὺς περιπάτους ὑπὸ τὸ ψῦχος τὸν Ἀντίοχον, ὁ μὲν Ἑρμείας ἧκε πρὸς τὸν ταχθέντα καιρόν, ἅμα δὲ τούτῳ καὶ τῶν φίλων οἱ συνειδότες τὴν πρᾶξιν,
医師たちが、アンティオコスは冷気のために夜明けとともに散歩をする必要があると主張すると、ヘルメイアスは指定された時間に現れ、彼と共に、この計画を知っていた友人たちも現れた。
§5.56.11οἱ δὲ λοιποὶ καθυστέρουν διὰ τὸ πολὺ παρηλλάχθαι τὴν ἔξοδον τοῦ βασιλέως πρὸς τὸν εἰθισμένον καιρόν.
しかし他の者たちは、王の外出時間が通常より大幅に早められていたために遅れた。
§5.56.12διόπερ ἀποσπάσαντες αὐτὸν ἀπὸ τῆς στρατοπεδείας εἴς τινα τόπον ἔρημον, κἄπειτα μικρὸν ἀπονεύσαντος τοῦ βασιλέως ὡς ἐπί τι τῶν ἀναγκαίων, ἐξεκέντησαν.
そのため、彼らはヘルメイアスを宿営地から離れた寂しい場所へと連れ出し、その後、王が用を足すかのように少し脇へ退いた隙に、彼を刺し殺した。
§5.56.13Ἑρμείας μὲν οὖν τούτῳ τῷ τρόπῳ μετήλλαξε τὸν βίον, οὐδεμίαν ὑποσχὼν τιμωρίαν ἀξίαν τῶν αὑτῷ πεπραγμένων·
ヘルメイアスはこのようにして命を落としたが、自らの犯した罪にふさわしい罰を受けることはなかった。
§5.56.14ὁ δὲ βασιλεὺς ἀπολυθεὶς φόβου καὶ δυσχρηστίας πολλῆς ἐπανῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπʼ οἴκου, πάντων τῶν κατὰ τὴν χώραν ἀποδεχομένων τάς τε πράξεις αὐτοῦ καὶ τὰς ἐπιβολάς, καὶ μάλιστα κατὰ τὴν δίοδον ἐπισημαινομένων τὴν Ἑρμείου μετάστασιν.
王は恐怖と大きな困難から解放され、帰路について国へと引き返したが、国内のすべての者が王の行動と企てを歓迎し、とりわけ王が通過する際には、ヘルメイアスの排除を大いに祝福した。
§5.56.15ἐν ᾧ καιρῷ καὶ κατὰ τὴν Ἀπάμειαν αἱ μὲν γυναῖκες τὴν γυναῖκα τὴν Ἑρμείου κατέλευσαν, οἱ δὲ παῖδες τοὺς υἱεῖς.
このとき、アパメイアでも女性たちがヘルメイアスの妻を石打ちで殺し、子供たちがその息子たちを同じように殺した。

語釈・文法注

  1. 5.56.2ἀνυπονόητον εἶναι — 形容詞 ἀνυπονόητος(疑わない、無警戒な)は、ここでは属格 τῆς Ἑρμείου τόλμης を支配し、「〜を疑わないでいる、〜に警戒を怠っている」という意味をなす。
  2. 5.56.2τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν — 接続法 παλαίῃ は ἄν を伴わない μέχρις οὗ に導かれている(ポリュビオスに見られる特徴)。与格名詞 συμπτώμασιν は動詞 παλαίω(〜と格闘する、苦しむ)の補語。τἀδελφῷ (= τῷ ἀδελφῷ) は「兄の(惨事)」を表す一種の比較の省略(比較の与格)であり、ὁμοίοις にかかる。
  3. 5.56.5τῷ δοκεῖν μὴ διεψεῦσθαι — 前置詞のない与格の冠詞付き不定詞 τῷ δοκεῖν は原因を示す。完了受動不定詞 διεψεῦσθαι は属格 τῆς αἱρέσεως を支配し、「〜に関して誤る、期待を裏切られる」の意味を表す。
  4. 5.56.12ὡς ἐπί τι τῶν ἀναγκαίων — ὡς は主観的な意図や口実を表す。中性複数名詞の属格を含む句 τι τῶν ἀναγκαίων は、「用を足すこと」を婉曲的に表す慣用表現として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.56.1-5.56.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.56.1-5.56.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。