Humanitext Reader

波利比奥斯 · 历史 §5.52.1-5.52.14

安条克的渡河进军与莫隆夜袭的失败

第 416 段,共 1311 段 · 希腊语

内容简介

安条克国王的军队渡过底格里斯河并向莫隆推进。莫隆企图通过夜袭获取战术优势,但在士兵逃跑后被迫放弃,这导致他自己的营地陷入混乱与恐慌。

§5.52.1πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας.
――以符合国王的期望。
κριθείσης δὲ τῆς τοῦ Ζεύξιδος γνώμης, παραυτίκα διελόντες τὴν δύναμιν εἰς τρία μέρη κατὰ τριττοὺς τόπους τοῦ ποταμοῦ διεπεραίουν τὸ πλῆθος καὶ τὰς ἀποσκευάς.
在宙克西斯的意见获得通过后,他们立即将军队分为三部分,并在河流的三处不同地点,将主力部队和行李运送过去。
§5.52.2μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν πορείαν ὡς ἐπὶ Δούρων ταύτης μὲν τῆς πόλεως ἔλυσαν ἐξ ἐφόδου τὴν πολιορκίαν — ἐτύγχανε γὰρ ὑπό τινος τῶν τοῦ Μόλωνος ἡγεμόνων πολιορκουμένη — §5.52.3χρησάμενοι δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν ταῖς ἀναζυγαῖς ὀγδοαῖοι τὸ καλούμενον Ὀρεικὸν ὑπερέβαλον καὶ κατῆραν εἰς Ἀπολλωνίαν.
此后,他们向杜拉进军,通过突袭解除了该城的包围——因为该城恰好正被莫隆的一名将领包围—— 从那里开始,他们连续不断地行军,于第八天越过被称为奥雷孔的山脉,抵达阿波罗尼亚。
§5.52.4Μόλων δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πυθόμενος τὴν τοῦ βασιλέως παρουσίαν, καὶ διαπιστῶν τοῖς περὶ τὴν Σουσιανὴν καὶ Βαβυλωνίαν ὄχλοις διὰ τὸ προσφάτως καὶ παραδόξως αὐτῶν ἐγκρατὴς γεγονέναι, φοβούμενος δὲ καὶ τῆς εἰς Μηδίαν ἐπανόδου μὴ διακλεισθῇ, διέγνω ζευγνύειν τὸν Τίγριν καὶ διαβιβάζειν τὰς δυνάμεις, §5.52.5σπεύδων, εἰ δύναιτο, προκαταλαβέσθαι τὴν τραχεῖαν τῆς Ἀπολλωνιάτιδος διὰ τὸ πιστεύειν τῷ πλήθει τῶν σφενδονητῶν τῶν προσαγορευομένων Κυρτίων.
与此同时,莫隆得知了国王的到来,并且由于最近出人意料地占领了苏西亚纳和巴比伦尼亚,他不信任那里的民众,又担心自己回米底的退路被切断,于是决定在底格里斯河上架桥并运送军队渡河,他急于尽可能先占领阿波罗尼亚蒂斯的险要地形,因为他信赖被称为库尔提亚人的大量投石兵。
§5.52.6πράξας δὲ τὸ κριθὲν ταχεῖαν ἐποιεῖτο καὶ σύντονον τὴν πορείαν.
执行了这一决定后,他进行了快速而强有力的行军。
§5.52.7ἅμα δὲ τοῦ τε Μόλωνος συνάπτοντος τοῖς προειρημένοις τόποις καὶ τοῦ βασιλέως ἐκ τῆς Ἀπολλωνίας ὁρμήσαντος μετὰ πάσης δυνάμεως, συνέβη τοὺς ὑπʼ ἀμφοτέρων προαποσταλέντας εὐζώνους ἅμα συμπεσεῖν ἐπί τινας ὑπερβολάς·
就在莫隆接近上述地区、同时国王率全军从阿波罗尼亚出发时,双方派出的先遣轻装步兵碰巧在某些山口处相遇。
§5.52.8οἳ τὸ μὲν πρῶτον συνεπλέκοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρʼ ἀμφοῖν δυνάμεις ἀπέστησαν.
他们起初交战并试探彼此的力量,但当双方主力部队逼近时,他们便停止了战斗。
καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατοπέδευσαν τετταράκοντα σταδίους ἀπʼ ἀλλήλων διεστῶτες·
当时他们退回到各自的营地,在相距四十斯塔德的地方安营扎寨。
§5.52.9τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθʼ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον.
夜幕降临时,莫隆考虑到对于叛乱者来说,白天与国王进行面对面的交战是多么危险和不利,于是企图在夜间对安条克的人马发动袭击。
§5.52.10ἐπιλέξας δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν.
他从全军中挑选出最合适、最精壮的人,绕过某些地方,企图从居高临下的有利位置发起进攻。
§5.52.11γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρηκότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας ἀπέστη, §5.52.12ταχὺ δʼ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀποχώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε θορύβου καὶ ταραχῆς· §5.52.13δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφοδον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.
但在行军途中,得知有十名青年结伙逃往安条克处后,他便放弃了这一企图,迅速转身退却,于黎明时分回到自己的营垒,使全军陷入一片喧嚣和混乱之中;因为营垒中的人因来者的突然接近而从睡梦中惊醒,惊恐万分,几乎要逃出营地。
§5.52.14Μόλων μὲν οὖν, καθʼ ὅσον ἐδύνατο, κατεπράϋνε τὴν
因此,莫隆尽其所能平息了……

词汇与语法注释

  1. §5.52.1πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας — 该介词短语修饰前一段落(§5.51.11)末尾的不定式 μεταβαλέσθαι(倒戈)。由于它位于本分节的开头,需要结合前文语境理解其修饰关系。
  2. §5.52.3ὀγδοαῖοι — 主格复数的形容词与主语一致,但在语义上起副词作用,表示时间(“在第八天”)。
  3. §5.52.4μὴ διακλεισθῇ — 由表示担忧的分词 φοβούμενος(担心)引导的 μὴ 从句。使用被动语态虚拟语气,表示否定性的顾虑(“担心……被切断”)。
  4. §5.52.13μικροῦ δεῖν — 意为“几乎”或“差一点”的惯用语,在此处修饰其后的动词 ἐξέπεσον(逃跑),表示他们几乎要逃离营地。

引用这一段

波利比奥斯, 历史 §5.52.1-5.52.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.52.1-5.52.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。