§5.49.1ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς.
[コイレ・シリアに関する]希望を[断念して]、これら[モロンに対する]企てへと赴いた。
ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων,
その時に再び評議会が集まり、王がモロンに対する軍備をどのように用いるべきかについて発言するよう促したところ、再びエピゲネスが口火を切って、現在の状況について次のように語った。
§5.49.2ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων,
敵があれほど大きな戦果を収める前に、彼自身の助言に従ってずっと前から躊躇すべきではなかったと述べつつ、しかしながら、今なおこの事態に全力で取り組むべきだと主張した。
§5.49.3πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον.
これに対して再びヘルメイアスは理性を失い軽率に激怒して、前述の者を罵倒し始めた。
§5.49.4ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδʼ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων, §5.49.5προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς.
そして同時に、見苦しくも自分自身を賛美する一方で、エピゲネスに対して的外れで虚偽の非難を浴びせ、また王に対して、このように理不尽に見過ごしたり、コイレ・シリアに関する希望を断念したりしないようにと訴えつつ、多くの人々を不快にさせ、アンティオコスをも悩ませたが、王が彼らを和解させるために大いなる努力を払ったことで、ようやく論争を静めた。
§5.49.6δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων.
エピゲネスがより必要で有益なことを語っていると多くの人々に思われたため、モロンに対して出兵し、この軍事作戦に注力するという決定が承認された。
§5.49.7ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν
しかしヘルメイアスはすぐに態度を偽って変節し、決定されたことには誰もが言い訳をせずに協力せねばならないと主張して、彼自身、準備ができていた……