§5.50.1καὶ πολὺς πρὸς ταῖς παρασκευαῖς.
そして、準備に大いに熱中した。
ἁθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς Ἀπάμειαν, καί τινος ἐγγενομένης στάσεως τοῖς πολλοῖς ὑπὲρ τῶν προσοφειλομένων ὀψωνίων, §5.50.2λαβὼν ἐπτοημένον τὸν βασιλέα καὶ δεδιότα τὸ γεγονὸς κίνημα διὰ τὸν καιρόν, ἐπηγγείλατο διαλύσειν πᾶσι τὰς σιταρχίας, ἐὰν αὐτῷ συγχωρήσῃ μὴ στρατεύειν μετʼ αὐτῶν τὸν Ἐπιγένην·
軍勢がアパメイアに集結したとき、また未払いの給料をめぐって兵士たちの間に不穏な動きが生じたとき、王が動揺し、時期が時期だけに生じたこの騒動を恐れているのを見て、もし王が、エピゲネスが彼らとともに従軍しないことを自分に認めてくれるならば、全員に糧食代を支払うことを約束した。
§5.50.3οὐ γὰρ οἷόν τʼ εἶναι τῶν κατὰ λόγον οὐδὲν πράττεσθαι κατὰ τὴν στρατείαν τηλικαύτης ἐν αὐτοῖς ὀργῆς καὶ στάσεως ἐγγεγενημένης.
なぜなら、彼らの間にこれほど大きな怒りと不和が生じている状態では、遠征において合理的なことは何一つ実行され得ないからである。
§5.50.4ὁ δὲ βασιλεὺς δυσχερῶς μὲν ἤκουσε καὶ περὶ παντὸς ἐποιεῖτο σπουδάζων διὰ τὴν ἐμπειρίαν τῶν πολεμικῶν συστρατεύειν αὑτῷ τὸν Ἐπιγένην, §5.50.5περιεχόμενος δὲ καὶ προκατειλημμένος οἰκονομίαις καὶ φυλακαῖς καὶ θεραπείαις ὑπὸ τῆς Ἑρμείου κακοηθείας οὐκ ἦν αὑτοῦ κύριος·
王は不快そうにこれを聞き、エピゲネスが軍事の経験豊富であるために、彼を同行させようと何よりも熱望していたのだが、ヘルメイアスの狡猾さによって、彼の配した取り計らい、監視、側近たちに包囲され、先手を打たれていたため、自分自身の自由にならなかった。
διὸ καὶ τοῖς παροῦσιν εἴκων συνεχώρησε τοῖς ἀξιουμένοις.
それゆえ、現在の状況に屈して、要求されたことを承認した。
§5.50.6τοῦ δʼ Ἐπιγένους κατὰ τὸ προσταχθὲν ἀναχωρήσαντος εἰς ἱμάτιον, οἱ μὲν οὖν ἐν τῷ συνεδρίῳ κατεπλάγησαν τὸν φθόνον,
そしてエピゲネスが命じられた通りに私生活へと退くと、評議会のメンバーたちは、その悪意に驚愕した。
§5.50.7αἱ δὲ δυνάμεις τυχοῦσαι τῶν ἀξιουμένων ἐκ μεταβολῆς εὐνοϊκῶς διέκειντο πρὸς τὸν αἴτιον τῆς τῶν ὀψωνίων διορθώσεως πλὴν τῶν Κυρρηστῶν·
軍勢は要求していたものを手に入れたので、キュレストス人たちを除いて、一転して、給与支払いの実現をもたらした張本人に対して好意を抱くようになった。
§5.50.8οὗτοι δʼ ἐστασίασαν καὶ σχεδὸν εἰς ἑξακισχιλίους ὄντες τὸν ἀριθμὸν ἀπέστησαν, καὶ πολλὰς δή τινας ἀηδίας ἐπὶ χρόνον ἱκανὸν παρέσχον·
彼らは反乱を起こし、その数はほぼ六千人に達し、離脱して、かなりの期間にわたって多くの厄介事を引き起こした。
τέλος δὲ μάχῃ κρατηθέντες ὑπό τινος τῶν τοῦ βασιλέως στρατηγῶν οἱ μὲν πλεῖστοι διεφθάρησαν, οἱ δὲ περιλειφθέντες παρέδοσαν ἑαυτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.
しかし最後には、王の将軍の一人によって戦闘で破られ、大半が殺され、生き残った者たちは王の慈悲に身を委ねた。
§5.50.9ὁ δʼ Ἑρμείας τοὺς μὲν φίλους διὰ τὸν φόβον, τὰς δὲ δυνάμεις διὰ τὴν εὐχρηστίαν ὑφʼ ἑαυτὸν πεποιημένος, ἀναζεύξας προῆγε μετὰ τοῦ βασιλέως.
一方、ヘルメイアスは、側近たちを恐怖によって、軍勢を実利によって自らの支配下に置き、陣を引き払って、王とともに行軍を開始した。
§5.50.10περὶ δὲ τὸν Ἐπιγένην πρᾶξιν συνεστήσατο τοιαύτην, λαβὼν συνεργὸν τὸν ἀκροφύλακα τῆς Ἀπαμείας Ἄλεξιν.
また、エピゲネスに対しては、アパメイアの城塞司令官アレクシスを共犯者として、以下のような陰謀を巡らせた。
§5.50.11γράψας ὡς παρὰ Μόλωνος ἀπεσταλμένην ἐπιστολὴν πρὸς τὸν Ἐπιγένην πείθει τινὰ τῶν ἐκείνου παίδων ἐλπίσι μεγάλαις ψυχαγωγήσας εἰσενέγκαντα πρὸς τὸν Ἐπιγένην καταμῖξαι τὴν ἐπιστολὴν τοῖς ἐκείνου γράμμασιν.
モロンからエピゲネス宛てに送られたかのような偽の手紙を書き、エピゲネスの召使いの一人を大きな期待で誘惑して説得し、手紙を持ち込ませて、エピゲネスの書類の中に紛れ込ませた。
§5.50.12οὗ γενομένου παρῆν εὐθέως Ἄλεξις, καὶ διηρώτα τὸν Ἐπιγένην μή τινας ἐπιστολὰς κεκόμισται παρὰ τοῦ Μόλωνος.
これが実行されると、すぐにアレクシスが現れ、エピゲネスに対して、モロンからの手紙を受け取っていないかと尋ねた。
§5.50.13τοῦ δʼ ἀπειπομένου πικρῶς ἐρευνᾶν ᾔτει.
彼が激しく否定すると、アレクシスは捜索することを要求した。
ταχὺ δὲ παρεισελθὼν εὗρε τὴν ἐπιστολήν, ᾗ χρησάμενος ἀφορμῇ παραχρῆμα τὸν Ἐπιγένην ἀπέκτεινεν.
そしてすぐに中に踏み込んでその手紙を見つけ出し、それを口実にして、ただちにエピゲネスを殺害した。
§5.50.14οὗ συμβάντος ὁ μὲν βασιλεὺς ἐπείσθη δικαίως ἀπολωλέναι τὸν Ἐπιγένην, οἱ δὲ περὶ τὴν αὐλὴν ὑπώπτευον μὲν τὸ γεγονός, ἦγον δὲ τὴν ἡσυχίαν διὰ τὸν φόβον.
これが起こると、王は、エピゲネスが正当な理由で死んだと信じ込まされ、宮廷の者たちは、起こった真相を疑いはしたものの、恐怖から沈黙を守った。