Humanitext Reader

ポリュビオス · 歴史 §5.48.1-5.48.17

モロンによるクセノイタス急襲と上部州制圧

412 / 1311 箇所 · ギリシア語

要旨

モロンは油断していたクセノイタスの陣営を急襲して壊滅させ、ティグリス川を渡ってセレウキアや上部サトラペイアを次々と制圧する。この知らせを受けたアンティオコスは、コイレ・シリアでの作戦を断念せざるを得なくなる。

§5.48.1λουθήσων πρωῒ τοῖς ὑπεναντίοις.
朝早くに敵を追撃するつもりで。
οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χορηγίας, ὥρμησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν.
しかし多くの兵士たちは、すっかり気を大きくし、あらゆる物資を手に入れたので、享楽と深酒、そしてそのような衝動に伴う油断へと走った。
§5.48.2ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνοποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν.
一方モロンは、かなりの距離を進み、夕食を済ませると、引き返して戻ってきて、全員が横たわり泥酔しているのを見つけると、夜明け近くに敵の陣営を急襲した。
§5.48.3οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγείρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρησαν,
クセノイタスとその側近たちは、不意の出来事に狼狽し、彼らを支配している泥酔のせいで大勢の兵を叩き起こすこともできず、彼ら自身、無謀にも敵に突撃して命を落とした。
§5.48.4τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν· οὐ μὴν ἀλλʼ οἱ πλείους καὶ τούτων ἀπώλλυντο.
眠っていた者のうち、大部分は寝床のままで斬り殺され、残りの者は川に身を投じて対岸の陣営へ渡ろうと試みたが、しかし、彼らのうちの大部分もやはり命を落とした。
§5.48.5καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός·
全体として、陣営の周囲には様々な混乱と騒乱が生じていた。
πάντες γὰρ ἐκπλαγεῖς καὶ περιδεεῖς ἦσαν,
誰もが狼狽し、恐怖に震えていたからである。
§5.48.6ἅμα δὲ καὶ τῆς ἀντίπερα παρεμβολῆς ὑπὸ τὴν ὄψιν οὔσης ἐν πάνυ βραχεῖ διαστήματι, τῆς μὲν τοῦ ποταμοῦ βίας καὶ δυσχρηστίας ἐξελανθάνοντο διὰ τὴν ἐπιθυμίαν τὴν πρὸς τὸ σῴζεσθαι,
また同時に、対岸の陣営が極めて短い距離にあって目の前に見えていたため、彼らは助かりたいという強い望みのために、川の激流と渡りがたさを忘れてしまった。
§5.48.7κατὰ δὲ τὴν παράστασιν καὶ τὴν ὁρμὴν τὴν πρὸς τὴν σωτηρίαν ἐρρίπτουν ἑαυτοὺς εἰς τὸν ποταμόν, ἐνίεσαν δὲ καὶ τὰ ὑποζύγια σὺν ταῖς ἀποσκευαῖς,
そして、追い詰められた精神状態と救いを求める衝動に駆られて、自ら川に身を投げ、荷獣をも荷物ごと投げ入れた。
§5.48.8ὡς τοῦ ποταμοῦ κατά τινα πρόνοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφαλῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν.
まるで川が何らかの摂理によって自分たちを助け、対岸にある陣営へと安全に運んでくれるかのように。
§5.48.9ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαίνεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, νεκρῶν, ἀποσκευῆς παντοδαπῆς.
それによって、流れの光景は悲劇的で異様なものとして現れることとなった。 泳ぐ者たちと同時に、馬や荷獣、武器、死体、あらゆる荷物が流されているためである。
§5.48.10Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας.
一方モロンは、クセノイタスの陣営を制圧し、その後、川を安全に渡ると、ゼウクシスの側近たちも彼の来襲を恐れて逃亡したため、誰も妨げる者がおらず、この者の陣営をも手中に収めた。
§5.48.11συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν.
彼は前述の事柄を成し遂げると、軍勢を率いてセレウキアへとやって来た。
§5.48.12παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας.
ゼウクシス一派が、そして彼らとともにセレウキアの長官ディオメドンが逃亡していたため、彼はこの都市をもただちに占領し、それからは戦わずして進撃し、上部サトラペイアを服従させていった。
§5.48.13γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα.
バビロニアとエリトリア海周辺の地域を支配下に置くと、スーサへと至った。
§5.48.14τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δʼ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα.
彼は都市の方をただちに占領したが、将軍ディオゲネスが先んじてそこへ駆け込んでいたため、砦に対しては攻撃を加えたものの、何の効果も得られなかった。
§5.48.15διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι.
そのため、この試みを断念し、包囲のための部隊を残して、急ぎ撤退し、軍勢とともに再びティグリス河畔のセレウキアへと下った。
§5.48.16πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων.
そこで軍勢を大いに整備し、兵士たちを鼓舞すると、次の作戦へと赴き、パラポタミアをエウロポスの街まで、メソポタミアをドゥラまで占領した。
Ἀντίοχος δέ, §5.48.17τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν
アンティオコスは、上記の知らせが彼のもとに届くと、上で述べたように、コイレ・シリアにおける計画を断念して……

語釈・文法注

  1. 5.48.1λουθήσων — 直前のチャンク末尾の ἀκο- から続く未来分詞 ἀκολουθήσων であり、主節の主語(クセノイタス)の意図(「〜するつもりで」)を表す。
  2. 5.48.9ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων — 接続辞 ὡς に ἂν が付いた形で、ここでは主観的な理由やあたかも〜であるかのような比喩的表現ではなく、実際に生じている状況(「〜のように」または「〜であるため」)を導き、後ろに属格独立構文(φερομένων ἵππων...)を伴っている。
  3. 5.48.14τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα — 冠詞付き不定詞の与格(原因を表す)であり、その動詞 φθάνω は「先んじて〜する」という意味で、しばしば分詞(παρεισπεσόντα)を伴う。不定詞の意味上の主語は対格 Διογένην τὸν στρατηγὸν である。

この箇所を引用する

ポリュビオス, 歴史 §5.48.1-5.48.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.48.1-5.48.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。