Humanitext Reader

波利比奥斯 · 历史 §5.49.1-5.49.7

安蒂奥科斯决定亲征讨伐莫隆

第 413 段,共 1311 段 · 希腊语

内容简介

安蒂奥科斯将重心转向针对莫隆的军事行动,在御前会议的辩论后,埃皮格内斯关于出兵莫隆的提议获得正式批准。

§5.49.1ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς.
[柯里叙利亚的]希望,便着手进行这些企图。
ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων, §5.49.2ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων,
此时,会议再次召集,国王命令大家就如何利用针对莫隆的准备工作发表意见,埃皮格内斯再次首先发言,就当前的事态说道:他说,根据他自己的建议,早在敌人取得如此巨大的优势之前就不应该犹豫不决,但尽管如此,他宣称即使是现在也仍须全力应对这一事态。
§5.49.3πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον.
对此,赫尔梅亚斯再次无理且轻率地勃然大怒,开始辱骂上述的埃皮格内斯。
§5.49.4ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδʼ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων, §5.49.5προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς.
与此同时,他一边庸俗地自我赞美,一边对埃皮格内斯进行毫无根据且虚假的指控,并恳求国王不要如此无理地忽视,也不要放弃对柯里叙利亚的希望,他激怒了大多数人,也使安蒂奥科斯感到烦恼,但由于国王做出了极大的努力来调解他们,他才勉强平息了这场争吵。
§5.49.6δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων.
由于大多数人认为埃皮格内斯所言更为切要且有利,会议通过了对莫隆出兵并致力于这些行动的决议。
§5.49.7ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν
但赫尔梅亚斯迅速假意顺从并改弦易辙,声称所有人必须毫无借口地共同执行已决定的事情,他自己也准备好了……

词汇与语法注释

  1. §5.49.1ἐλπίδας — 此词接续前一分块末尾的“ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν”,构成了“放弃对柯里叙利亚的希望”这一语境。
  2. §5.49.2ἔδει μὲν πάλαι μὴ μέλλειν — 无人称动词“ἔδει”后接不定式“μέλλειν”的结构,虚似表达对过去不作为的遗憾(“早就应该不犹豫,但却犹豫了”)。
  3. §5.49.2ἔχεσθαι — 中动态不定式“ἔχεσθαι”带有属格“τῶν πραγμάτων”,表示“紧抓不放、全力应对”当前的事态。
  4. §5.49.5κατέπαυσε — 此处作不及物动词(或省略反身代词)使用,意为“(赫尔梅亚斯)停止了”争论。在语境中,指赫尔梅亚斯最终停止了他的言语攻击。
  5. §5.49.6δόξαντος... Ἐπιγένους — 这是一个属格独立结构,“Ἐπιγένους”是“δόξαντος”的逻辑主语,意为“由于埃皮格内斯被认为[说了……]”。不定式“λέγειν”作“δόξαντος”的补充不定式。

引用这一段

波利比奥斯, 历史 §5.49.1-5.49.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.49.1-5.49.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。