§5.48.1λουθήσων πρωῒ τοῖς ὑπεναντίοις.
准备在清晨追击敌军。
οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χορηγίας, ὥρμησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν.
但大多数士兵由于完全放下了戒备,并且获得了各种各样的补给,便开始寻欢作乐、纵酒狂欢,并陷入了伴随这种冲动而来的懈怠之中。
§5.48.2ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνοποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν.
而莫隆在行进了相当长的一段距离并让士兵吃过晚饭后,便折返回来,发现他们全部倒在地上酩酊大醉,于是在拂晓时分袭击了敌人的营地。
§5.48.3οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγείρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρησαν,
克塞诺伊塔斯及其部下由于这突如其来的变故而惊慌失措,又因为士兵们沉醉不醒而无法唤醒大众,他们自己便盲目地冲向敌军,最终阵亡。
§5.48.4τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν· οὐ μὴν ἀλλʼ οἱ πλείους καὶ τούτων ἀπώλλυντο.
在睡梦中的人里,大多数在床榻上就被斩杀,其余的人则纷纷跳入河中,企图渡河逃往对岸的营地;然而,他们中的大多数人也同样丧了命。
§5.48.5καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός· πάντες γὰρ ἐκπλαγεῖς καὶ περιδεεῖς ἦσαν,
总体而言,营地周围呈现出一片混乱与喧嚣;因为所有人都惊恐万状、畏惧异常。
§5.48.6ἅμα δὲ καὶ τῆς ἀντίπερα παρεμβολῆς ὑπὸ τὴν ὄψιν οὔσης ἐν πάνυ βραχεῖ διαστήματι, τῆς μὲν τοῦ ποταμοῦ βίας καὶ δυσχρηστίας ἐξελανθάνοντο διὰ τὴν ἐπιθυμίαν τὴν πρὸς τὸ σῴζεσθαι,
与此同时,由于对岸的营地近在咫尺、清晰可见,他们在求生的渴望下,竟忘记了河流的汹涌和渡河的艰难。
§5.48.7κατὰ δὲ τὴν παράστασιν καὶ τὴν ὁρμὴν τὴν πρὸς τὴν σωτηρίαν ἐρρίπτουν ἑαυτοὺς εἰς τὸν ποταμόν, ἐνίεσαν δὲ καὶ τὰ ὑποζύγια σὺν ταῖς ἀποσκευαῖς, §5.48.8ὡς τοῦ ποταμοῦ κατά τινα πρόνοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφαλῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν.
在恐慌和求生冲动的驱使下,他们纷纷跳入河中,甚至连驮畜和行李也一起投入河里,仿佛河流会出于某种天意来帮助他们,并将他们安全地送到对岸的营地一般。
§5.48.9ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαίνεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, νεκρῶν, ἀποσκευῆς παντοδαπῆς.
由此,河面的景象变得悲惨而异样,游泳的人与漂浮的马匹、驮畜、武器、尸体以及各种行李混杂在一起。
§5.48.10Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας.
莫隆在占领了克塞诺伊塔斯的营地之后,随后安全渡河,由于宙克西斯及其部下因畏惧其进攻而逃跑,无人阻拦,他也夺取了后者的营地。
§5.48.11συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν.
在完成了上述事情后,他率领军队来到了塞琉西亚。
§5.48.12παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας.
由于宙克西斯及其部下,以及塞琉西亚的长官迪奥梅东已经逃跑,他轻而易举地占领了这座城市,随后在没有遇到抵抗的情况下继续前进,征服了上部各萨特拉庇。
§5.48.13γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα.
在控制了巴比伦尼亚及红海周边地区后,他来到了苏萨。
§5.48.14τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δʼ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα.
他虽然迅速占领了城市,但在对城堡发动进攻时却毫无建树,因为将军迪奥格尼斯已经抢先一步退入其中。
§5.48.15διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι.
因此,他放弃了这一企图,留下包围部队后,迅速拔营,率军返回了底格里斯河畔的塞琉西亚。
§5.48.16πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων.
他在那里对军队进行了大力整顿,并鼓励了士兵们,随后便着手进行接下来的行动,占领了直至欧罗普斯城的旁河地区,以及直至杜拉的美索不达米亚地区。
Ἀντίοχος δέ, §5.48.17τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν
至于安蒂奥科斯,正如我上面所说,当他得到这些消息时,便放弃了在柯里叙利亚的