§5.47.1τὸ δὲ λοιπὸν ἕλεσιν ἠσφαλίσθαι καὶ τέλμασιν.
残りの部分は湿地と泥濘によって守られていた。
ὁ δὲ Μόλων συνεὶς τὸ γεγονὸς ἐξαπέστειλε τοὺς ἱππεῖς, ὡς κωλύσων τοὺς ἐπιδιαβαίνοντας ῥᾳδίως καὶ συντρίψων τοὺς ἤδη διαβεβηκότας·
一方、モロンは起きたことを察知すると、渡河中の者たちを容易に阻止し、すでに渡り終えた者たちを粉砕するつもりで、騎兵を派遣した。
§5.47.2οἳ καὶ συνεγγίσαντες τοῖς περὶ τὸν Ξενοίταν διὰ τὴν ἄγνοιαν τῶν τόπων οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δʼ ὑφʼ αὑτῶν βαπτιζόμενοι καὶ καταδύνοντες ἐν τοῖς τέλμασιν ἄχρηστοι μὲν ἦσαν ἅπαντες, πολλοὶ δὲ καὶ διεφθάρησαν αὐτῶν.
彼らはクセノイタスの陣営に近づいたものの、土地の状況を知らなかったため、敵の手を借りるまでもなかった。 彼ら自身の手によって泥濘に沈み込み嵌まり込んで、全員が役に立たなくなり、彼らのうちの多くが命を落とした。
§5.47.3ὁ δὲ Ξενοίτας, πεπεισμένος, ἐὰν πλησιάσῃ, μεταβαλεῖσθαι τὰς τοῦ Μόλωνος πρὸς αὐτὸν δυνάμεις, προελθὼν παρὰ τὸν ποταμὸν καὶ συνεγγίσας παρεστρατοπέδευσε τοῖς ὑπεναντίοις.
一方のクセノイタスは、もし自分が近づけば、モロンの軍勢が自分の方へ寝返るだろうと確信しており、川沿いを進んで接近し、敵の目と鼻の先に陣を張った。
§5.47.4κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μόλων, εἴτε καὶ στρατηγήματος χάριν εἴτε καὶ διαπιστήσας ταῖς δυνάμεσι, μή τι συμβῇ τῶν ὑπὸ τοῦ Ξενοίτου προσδοκωμένων, ἀπολιπὼν ἐν τῷ χάρακι τὴν ἀποσκευὴν ἀνέζευξε νυκτός, καὶ προῆγε σύντονον ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μηδίας.
この時、モロンは、計略のためであったか、あるいは自軍に不信を抱きクセノイタスが期待しているようなことが起きるのを恐れたためか、陣営に荷物を残したまま夜間に撤退し、メディアの方へ向けて急ぎ足で行軍を進めた。
§5.47.5ὁ δὲ Ξενοίτας, ὑπολαβὼν πεφευγέναι τὸν Μόλωνα καταπεπληγμένον τὴν ἔφοδον αὐτοῦ καὶ διαπιστοῦντα ταῖς ἰδίαις αὑτοῦ δυνάμεσι, τὸ μὲν πρῶτον ἐπιστρατοπεδεύσας κατελάβετο τὴν τῶν πολεμίων παρεμβολήν, καὶ διεπεραίου πρὸς αὑτὸν τοὺς ἰδίους ἱππεῖς καὶ τὰς τούτων ἀποσκευὰς ἐκ τῆς Ζεύξιδος παρεμβολῆς·
クセノイタスは、モロンが自分の襲来に恐怖し、自軍に不信を抱いて逃亡したのだと考え、最初は進軍して敵の陣営を占領し、ゼウクシスの陣営から自分の騎兵たちとその荷物を自分のところへと渡河させ始めた。
§5.47.6μετὰ δὲ ταῦτα συναθροίσας παρεκάλει τοὺς πολλοὺς θαρρεῖν καὶ καλὰς ἐλπίδας ἔχειν ὑπὲρ τῶν ὅλων, ὡς πεφευγότος τοῦ Μόλωνος.
その後、彼は兵士たちを集めると、モロンが逃亡したのだから、大勢において安心し、素晴らしい希望を持つようにと皆を励ました。
§5.47.7ταῦτα δʼ εἰπὼν ἐπιμελεῖσθαι παρήγγειλε καὶ θεραπεύειν αὑτοὺς ἅπασιν, ὡς ἐκ ποδὸς ἀκο
このように語ると、彼は皆に各々準備をし、英気を養うようにと命じた。 すぐに追撃するつもりで……