§5.47.1τὸ δὲ λοιπὸν ἕλεσιν ἠσφαλίσθαι καὶ τέλμασιν.
而其余部分则有沼泽和泥淖作掩护。
ὁ δὲ Μόλων συνεὶς τὸ γεγονὸς ἐξαπέστειλε τοὺς ἱππεῖς, ὡς κωλύσων τοὺς ἐπιδιαβαίνοντας ῥᾳδίως καὶ συντρίψων τοὺς ἤδη διαβεβηκότας·
莫隆察觉到了发生的事情,派出了骑兵,企图轻易阻止那些正在渡河的人,并击溃那些已经渡河的人。
§5.47.2οἳ καὶ συνεγγίσαντες τοῖς περὶ τὸν Ξενοίταν διὰ τὴν ἄγνοιαν τῶν τόπων οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δʼ ὑφʼ αὑτῶν βαπτιζόμενοι καὶ καταδύνοντες ἐν τοῖς τέλμασιν ἄχρηστοι μὲν ἦσαν ἅπαντες, πολλοὶ δὲ καὶ διεφθάρησαν αὐτῶν.
他们逼近克塞诺伊塔斯的军队,但由于对地形一无所知,根本不需要敌人动手,他们自己就深陷并沉没在泥淖之中,全部失去了战斗力,其中许多人还丧了命。
§5.47.3ὁ δὲ Ξενοίτας, πεπεισμένος, ἐὰν πλησιάσῃ, μεταβαλεῖσθαι τὰς τοῦ Μόλωνος πρὸς αὐτὸν δυνάμεις, προελθὼν παρὰ τὸν ποταμὸν καὶ συνεγγίσας παρεστρατοπέδευσε τοῖς ὑπεναντίοις.
克塞诺伊塔斯则坚信,如果自己逼近,莫隆的军队就会倒向他,于是他沿着河流前进,靠近并与敌军对峙扎营。
§5.47.4κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μόλων, εἴτε καὶ στρατηγήματος χάριν εἴτε καὶ διαπιστήσας ταῖς δυνάμεσι, μή τι συμβῇ τῶν ὑπὸ τοῦ Ξενοίτου προσδοκωμένων, ἀπολιπὼν ἐν τῷ χάρακι τὴν ἀποσκευὴν ἀνέζευξε νυκτός, καὶ προῆγε σύντονον ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μηδίας.
此时,莫隆——无论是为了施展计谋,还是因为对自己的军队失去信心,害怕克塞诺伊塔斯所预料的事情真的发生——便将行李留在营地中,在夜间拔营撤退,并加快行军速度,向着米底亚方向前进。
§5.47.5ὁ δὲ Ξενοίτας, ὑπολαβὼν πεφευγέναι τὸν Μόλωνα καταπεπληγμένον τὴν ἔφοδον αὐτοῦ καὶ διαπιστοῦντα ταῖς ἰδίαις αὑτοῦ δυνάμεσι, τὸ μὲν πρῶτον ἐπιστρατοπεδεύσας κατελάβετο τὴν τῶν πολεμίων παρεμβολήν, καὶ διεπεραίου πρὸς αὑτὸν τοὺς ἰδίους ἱππεῖς καὶ τὰς τούτων ἀποσκευὰς ἐκ τῆς Ζεύξιδος παρεμβολῆς· §5.47.6μετὰ δὲ ταῦτα συναθροίσας παρεκάλει τοὺς πολλοὺς θαρρεῖν καὶ καλὰς ἐλπίδας ἔχειν ὑπὲρ τῶν ὅλων, ὡς πεφευγότος τοῦ Μόλωνος.
克塞诺伊塔斯则以为莫隆是因为畏惧他的进攻、并对自己的军队不信任而逃跑,于是起初他进军占领了敌人的营地,并开始将自己的骑兵及其行李从宙克西斯的营地渡河运送到自己这边;在此之后,他召集众人,鼓励大家要鼓起勇气,对全局抱有美好的希望,因为莫隆已经逃跑了。
§5.47.7ταῦτα δʼ εἰπὼν ἐπιμελεῖσθαι παρήγγειλε καὶ θεραπεύειν αὑτοὺς ἅπασιν, ὡς ἐκ ποδὸς ἀκο
说完这些后,他命令大家做好准备,尽情休整,准备紧紧追击……