§5.47.1τὸ δὲ λοιπὸν ἕλεσιν ἠσφαλίσθαι καὶ τέλμασιν.
while the rest was secured by marshes and pools.
ὁ δὲ Μόλων συνεὶς τὸ γεγονὸς ἐξαπέστειλε τοὺς ἱππεῖς, ὡς κωλύσων τοὺς ἐπιδιαβαίνοντας ῥᾳδίως καὶ συντρίψων τοὺς ἤδη διαβεβηκότας· §5.47.2οἳ καὶ συνεγγίσαντες τοῖς περὶ τὸν Ξενοίταν διὰ τὴν ἄγνοιαν τῶν τόπων οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δʼ ὑφʼ αὑτῶν βαπτιζόμενοι καὶ καταδύνοντες ἐν τοῖς τέλμασιν ἄχρηστοι μὲν ἦσαν ἅπαντες, πολλοὶ δὲ καὶ διεφθάρησαν αὐτῶν. §5.47.3ὁ δὲ Ξενοίτας, πεπεισμένος, ἐὰν πλησιάσῃ, μεταβαλεῖσθαι τὰς τοῦ Μόλωνος πρὸς αὐτὸν δυνάμεις, προελθὼν παρὰ τὸν ποταμὸν καὶ συνεγγίσας παρεστρατοπέδευσε τοῖς ὑπεναντίοις. §5.47.4κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μόλων, εἴτε καὶ στρατηγήματος χάριν εἴτε καὶ διαπιστήσας ταῖς δυνάμεσι, μή τι συμβῇ τῶν ὑπὸ τοῦ Ξενοίτου προσδοκωμένων, ἀπολιπὼν ἐν τῷ χάρακι τὴν ἀποσκευὴν ἀνέζευξε νυκτός, καὶ προῆγε σύντονον ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μηδίας. §5.47.5ὁ δὲ Ξενοίτας, ὑπολαβὼν πεφευγέναι τὸν Μόλωνα καταπεπληγμένον τὴν ἔφοδον αὐτοῦ καὶ διαπιστοῦντα ταῖς ἰδίαις αὑτοῦ δυνάμεσι, τὸ μὲν πρῶτον ἐπιστρατοπεδεύσας κατελάβετο τὴν τῶν πολεμίων παρεμβολήν, καὶ διεπεραίου πρὸς αὑτὸν τοὺς ἰδίους ἱππεῖς καὶ τὰς τούτων ἀποσκευὰς ἐκ τῆς Ζεύξιδος παρεμβολῆς· §5.47.6μετὰ δὲ ταῦτα συναθροίσας παρεκάλει τοὺς πολλοὺς θαρρεῖν καὶ καλὰς ἐλπίδας ἔχειν ὑπὲρ τῶν ὅλων, ὡς πεφευγότος τοῦ Μόλωνος. §5.47.7ταῦτα δʼ εἰπὼν ἐπιμελεῖσθαι παρήγγειλε καὶ θεραπεύειν αὑτοὺς ἅπασιν, ὡς ἐκ ποδὸς ἀκο
Molo, realizing what had happened, dispatched his cavalry in order to easily prevent those who were still crossing and to crush those who had already crossed. And they, having approached Xenoetas's men, owing to their ignorance of the terrain, had no need of the enemy; but sinking and drowning by themselves in the swamps, they were all rendered useless, and many of them perished. But Xenoetas, convinced that if he approached, Molo's forces would change sides to him, advanced along the river and, drawing near, encamped opposite the enemy. At this time Molo, whether by way of stratagem or because he distrusted his forces, fearing lest some of those things expected by Xenoetas might happen, left his baggage in the camp and decamped by night, making a rapid march as if towards Media. But Xenoetas, supposing that Molo had fled, terrified by his approach and distrusting his own forces, at first advanced and occupied the enemy's camp, and began to transport over to his side his own cavalry and their baggage from the camp of Zeuxis; and after this, having assembled the multitude, he exhorted them to be of good courage and to have bright hopes for the whole enterprise, on the grounds that Molo had fled. Having said this, he ordered them to prepare and refresh themselves in all ways, as if to pursue them close on their heels...