§5.42.1βασιλεῖ·
王に(引き渡されるだろう、と)。
ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διοργισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπίβουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλεληθέναι,
前述の者がまだこれらを語っているうちに、激怒したヘルメイアスは、彼が長い間、王国の陰謀家であり裏切り者として正体を隠していたのだと言った。
§5.42.2νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετʼ ὀλίγων ἐγχειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις.
そして今や、その助言から、彼がわずかな手勢とともに王の身を反乱者たちに引き渡そうと企てていることが、幸いにも明らかになったのだ、と。
§5.42.3τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον ἢ δυσμένειαν ἐπιφήνας·
その時は、ヘルメイアスは中傷の火を燻らせるだけでエピゲネスをそのままにし、敵意というよりは時宜を得ない辛辣さを示すにとどまった。
§5.42.4αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν.
他方、彼自身はその意図に従って、モロンに対する遠征については、その危険を極度に恐れ、軍事の経験不足のためにこれを避けたが、プトレマイオスに対する遠征は熱心に行おうとした。 それは、前述の王の怠惰ゆえに、この戦争は安全であると確信していたからであった。
§5.42.5τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάντας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν δʼ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπιβάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι,
その時、彼は評議会の全員を威嚇して、モロンに対してはゼノンと「一倍半」のテオドトスを軍勢とともに将軍として派遣する一方、アンティオコスに対しては、コイレ・シリアの情勢に手を下すべきだと考えて絶えず唆した。
§5.42.6μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξουσίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους.
もし四方からこの若者に戦争が押し寄せるならば、王に絶えず降りかかる必要性と闘争と危険のゆえに、自らは以前に犯した過ちの罰を受けることもなく、また現在の権力を失うこともないのは、このようにしてのみであると考えたからである。
§5.42.7διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρʼ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, διασαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμάτων ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρήμασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντιποιούμενος τῆς ἀρχῆς,
それゆえ、ついに彼はアカイオスから送られたかのような偽造の手紙を王に差し出したが、そこには、プトレマイオスがアカイオスに国政を奪うよう勧め、もし彼が王冠を戴き、王権を要求していることを万人の前に明らかにするならば、あらゆる企てに対して船と資金の双方を援助すると言っている、と明記されていた。
§5.42.8ἣν τοῖς πράγμασιν ἔχειν αὐτὸν καὶ νῦν, τῆς δʼ ἐπιγραφῆς αὑτῷ φθονοῦντα τὸν ὑπὸ τῆς τύχης διδόμενον ἀποτρίβεσθαι στέφανον.
すなわち、その王権は実際には今もすでに彼が手にしているものであるのに、王という名乗りを自分に惜しんで、運命によって与えられている王冠を退けているのだ、と。
§5.42.9ὁ μὲν οὖν βασιλεὺς πιστεύσας τοῖς γραφομένοις ἕτοιμος ἦν καὶ μετέωρος στρατεύειν ἐπὶ Κοίλην Συ
そこで王は、書かれていることを信じて、コイレ・シリアへと遠征する準備を整え、意気込んでいた。