§5.42.1βασιλεῖ·
递交给国王。
ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διοργισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπίβουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλεληθέναι, §5.42.2νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετʼ ὀλίγων ἐγχειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις.
上述之人还在说着这些话时,被激怒的赫梅亚斯便声称,此人长期以来一直是个隐藏着的、企图危害王国的叛徒,但现在,幸好通过他的建议暴露了真相,他正企图在少数人的协助下,将国王的身体亲手交到叛乱分子手中。
§5.42.3τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον ἢ δυσμένειαν ἐπιφήνας·
于是,当时赫梅亚斯只是让这一诽谤如火在暗中熏烧,便放过了埃庇革涅斯,表现出的是不合时宜的刻薄,而非公开的敌意。
§5.42.4αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν.
至于他自己,则按照自己的意图,因极度害怕危险和缺乏军事经验而避开了对莫隆的征伐,却急于对托勒密发起战争,因为他深信,由于前述国王的懈怠,这场战争将会非常安全。
§5.42.5τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάντας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν δʼ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπιβάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι,
于是,当时他威吓了会议上的所有人,派遣了芝诺和被称为“一倍半”的狄奥多图斯率领军队作为将军去对付莫隆,同时不断怂恿安条克,认为应当对科勒叙利亚的事态出手。
§5.42.6μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξουσίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους.
因为他认为,只有这样,如果战争从四面八方包围这个年轻人,由于国王不断面临的迫切需要、斗争和危险,他自己既不会为以前犯下的过错接受惩罚,其现有的权力也不会受到阻碍。
§5.42.7διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρʼ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, διασαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμάτων ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρήμασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντιποιούμενος τῆς ἀρχῆς,
因此,他最终伪造了一封仿佛是阿开乌斯寄来的信呈给国王,信中声称托勒密正劝说阿开乌斯篡夺政权,并表示如果他戴上王冠,公开向所有人宣告争夺王权,托勒密将为他的所有企图提供船只和资金的资助。
§5.42.8ἣν τοῖς πράγμασιν ἔχειν αὐτὸν καὶ νῦν, τῆς δʼ ἐπιγραφῆς αὑτῷ φθονοῦντα τὸν ὑπὸ τῆς τύχης διδόμενον ἀποτρίβεσθαι στέφανον.
信中还说,这一王权实际上他现在已经掌握了,但他却吝啬于给自己这个名号,推脱了命运赐予他的王冠。
§5.42.9ὁ μὲν οὖν βασιλεὺς πιστεύσας τοῖς γραφομένοις ἕτοιμος ἦν καὶ μετέωρος στρατεύειν ἐπὶ Κοίλην Συ
于是国王相信了信中所写的内容,准备就绪,急于对科勒叙利亚进行征伐……