§5.38.1ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν.
クレオメネスに対する彼自身の確執を[暴露した]。
ὃν ὁ Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, ἃ δʼ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην,
ソシビオスは、彼がクレオメネスに対して敵意を抱いていることを見抜くと、即座に一部の金を与え、将来の報酬を約束することで、クレオメネスに対する告発状を書いて、封をして残していくよう彼を説得した。
§5.38.2ἵνʼ ἐπειδὰν ὁ Νικαγόρας ἐκπλεύσῃ μετʼ ὀλίγας ἡμέρας, ὁ παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν.
それは、数日後にニカゴラスが出航した時、その召使いが、ニカゴラスから送られたものとして、その手紙を彼のもとに持ってくるようにするためであった。
§5.38.3συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου, §5.38.4παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα.
ニカゴラスが前述の通りに協力し、彼が出航した後にその召使いによって手紙がソシビオスのもとに届けられると、ソシビオスはただちにその召使いと手紙を伴って王のもとへ赴いた。
τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι Σωσιβίῳ, §5.38.5τῆς δʼ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπανίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν,
召使いは、ニカゴラスが手紙を残し、ソシビオスに渡すよう命じたのだと主張し、手紙は、もしクレオメネスを相応の装備と援助を伴って送還しないならば、彼は王の支配体制に対して蜂起するつもりであると明らかにしていた。
§5.38.6εὐθέως ὁ Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.
ソシビオスはすぐにこの好機を捉えて、王や他の「友たち」を煽り立て、猶予することなくクレオメネスを監視し監禁すべきだと主張した。
§5.38.7γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖσθαι τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ.
これが実行され、ある非常に大きな邸宅が彼に割り当てられると、彼はその中で監視されながら日々を過ごした。 彼が他の拘留された囚人たちと異なっていたのは、より広い監獄で暮らしていたという点だけであった。
§5.38.8εἰς ἃ βλέπων ὁ Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖραν λαμβάνειν,
クレオメネスはこの状況を見て、将来に暗い見通ししか持てず、あらゆる手段を試みることを決意した。
§5.38.9οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεως — οὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήν — τὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης,
自分の計画が成功すると確信していたわけではなかった。 企てを支持する妥当な見込みなど何もなかったからである。 むしろ、彼は立派な死を遂げること、そして自らがこれまで示してきた不屈の精神に不当なものを何一つ耐え忍ばないことを何よりも望んだのである。
§5.38.10ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν,
μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
同時に、私の思うところでは、気高い精神を持つ人々がしばしば抱く次のような思いを心に抱き、目指していたのである。 「否、努めず名もなく滅び去るは本意にあらず、偉大なる何事かを成し、後世にまで語り継がれん。 」