§5.37.1ἐχρήσατο συνεργήματι τοιούτῳ τινί.
[ソシビオスは]次のような協力を得た。
Νικαγόρας τις ἦν Μεσσήνιος·
ニカゴラスというメッセニア人がいた。
οὗτος ὑπῆρχε πατρικὸς ξένος Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως.
この者はスパルタ王アルキダモスの先祖伝来の客友であった。
§5.37.2τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τις ἦν τοῖς προειρημένοις ἐπιπλοκὴ πρὸς ἀλλήλους·
それ以前の時期には、前述の者たちの間に互いの交渉はわずかしかなかった。
καθʼ ὃν δὲ καιρὸν Ἀρχίδαμος ἐκ τῆς Σπάρτης ἔφυγε δείσας τὸν Κλεομένην, καὶ παρεγένετʼ εἰς Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁ Νικαγόρας αὐτὸν ἐδέξατο προθύμως, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆς συμπεριφορὰν ἐγένετό τις αὐτοῖς ὁλοσχερὴς εὔνοια καὶ συνήθεια πρὸς ἀλλήλους.
しかし、アルキダモスがクレオメネスを恐れてスパルタから亡命し、メッセニアにやって来た時、ニカゴラスは彼を家や他の必需品をもって快く迎えただけでなく、その後の共同生活においても、彼らの間に完全な好意と親密さが生じた。
§5.37.3διὸ καὶ μετὰ ταῦτα, τοῦ Κλεομένους ὑποδείξαντος ἐλπίδα καθόδου καὶ διαλύσεως πρὸς τὸν Ἀρχίδαμον, ἔδωκεν αὑτὸν ὁ Νικαγόρας εἰς τὰς διαποστολὰς καὶ τὰς ὑπὲρ τῶν πίστεων συνθήκας.
それゆえ、その後、クレオメネスがアルキダモスに対して帰国と和解の希望を示した時、ニカゴラスは使節の往来や誓約に関する協定のために身を投じた。
§5.37.4ὧν κυρωθέντων ὁ μὲν Ἀρχίδαμος εἰς τὴν Σπάρτην κατῄει, πιστεύσας ταῖς διὰ τοῦ Νικαγόρου γεγενημέναις συνθήκαις,
これらが取り決められると、アルキダモスはニカゴラスを通じて結ばれた協定を信じて、スパルタに帰国した。
§5.37.5ὁ δὲ Κλεομένης ἀπαντήσας τὸν μὲν Ἀρχίδαμον ἐπανείλετο, τοῦ δὲ Νικαγόρου καὶ τῶν ἄλλων τῶν συνόντων ἐφείσατο.
しかし、クレオメネスは出迎えると、アルキダモスを殺害し、ニカゴラスと同行していた他の者たちには手を下さなかった。
§5.37.6πρὸς μὲν οὖν τοὺς ἐκτὸς ὁ Νικαγόρας ὑπεκρίνετο χάριν ὀφείλειν τῷ Κλεομένει διὰ τὴν αὑτοῦ σωτηρίαν, ἐν αὑτῷ γε μὴν βαρέως ἔφερε τὸ συμβεβηκός, δοκῶν αἴτιος γεγονέναι τῷ βασιλεῖ τῆς ἀπωλείας.
それゆえ、ニカゴラスは外部の人々に対しては、自分の命が助かったことでクレオメネスに感謝しているかのように振る舞っていたが、内心では、自分が王の死の原因になってしまったと考えて、起こったことを重く受け止めていた。
§5.37.7οὗτος ὁ Νικαγόρας ἵππους ἄγων κατέπλευσε βραχεῖ χρόνῳ πρότερον εἰς τὴν Ἀλεξάνδρειαν.
このニカゴラスが、少し前に、馬を連れてアレクサンドリアに入港した。
§5.37.8ἀποβαίνων δʼ ἐκ τῆς νεὼς καταλαμβάνει τόν τε Κλεομένην καὶ τὸν Παντέα καὶ μετʼ αὐτῶν Ἱππίταν ἐν τῷ λιμένι παρὰ τὴν κρηπῖδα περιπατοῦντας.
船から下りると、彼はクレオメネスとパンテウス、そして彼らとともにヒッピタスが、港の岸壁の近くを散歩しているところに出くわした。
§5.37.9ἰδὼν δʼ ὁ Κλεομένης αὐτὸν καὶ συμμίξας, ἠσπάζετο φιλοφρόνως, καὶ προσεπύθετο τί παρείη.
クレオメネスは彼を見て歩み寄り、親しげに挨拶をし、何のために来たのかと尋ねた。
§5.37.10τοῦ δʼ εἰπόντος ὅτι παραγέγονεν ἵππους ἄγων "ἐβουλόμην ἄν σε" ἔφη "καὶ λίαν ἀντὶ τῶν ἵππων κιναίδους ἄγειν καὶ σαμβύκας·
彼が馬を連れてやって来たと答えると、「お前が馬の代わりに、男色者やサンブカ奏者たちを連れてきてくれたなら本当に良かったのだが」と彼は言った。
τούτων γὰρ ὁ νῦν βασιλεὺς κατεπείγεται.
「今の王が急いで求めているのは、そうしたものなのだから。
§5.37.11"τότε γοῦν ἐπιγελάσας ὁ Νικαγόρας ἐσιώπησε, μετὰ δέ τινας ἡμέρας ἐπὶ πλεῖον ἐλθὼν εἰς τὰς χεῖρας τῷ Σωσιβίῳ διὰ τοὺς ἵππους εἶπε κατὰ τοῦ Κλεομένους τὸν ἄρτι ῥηθέντα λόγον,
」その時、ニカゴラスは苦笑いをして黙っていたが、数日後、馬のことでソシビオスとより深く接触するようになると、クレオメネスに対する非難として、今言われた言葉を告げた。
§5.37.12θεωρῶν δὲ τὸν Σωσίβιον ἡδέως ἀκούοντα, πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν
そして、ソシビオスがそれを喜んで聞くのを見て、以前から抱いていたすべての