§5.38.1ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν.
他自己对克里奥米尼的怨恨。
ὃν ὁ Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, ἃ δʼ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην, §5.38.2ἵνʼ ἐπειδὰν ὁ Νικαγόρας ἐκπλεύσῃ μετʼ ὀλίγας ἡμέρας, ὁ παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν.
索西比乌斯看出他对克里奥米尼怀有敌意,便当场给了他一些财物,并许诺未来再给,以此说服他写下一封针对克里奥米尼的信,并盖印留下来,以便在几天后尼卡戈拉斯起航时,由仆人将这封信送到他那里,假装是由尼卡戈拉斯送来的。
§5.38.3συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου, §5.38.4παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα.
尼卡戈拉斯如前所述予以配合,在其起航之后,仆人便将信送到了索西比乌斯手中,索西比乌斯随即带着仆人和信去见国王。
τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι Σωσιβίῳ, §5.38.5τῆς δʼ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπανίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν,
仆人声称,尼卡戈拉斯留下了这封信,并嘱咐他交给索西比乌斯,而信中则写明,除非朝廷以适当的装备和资助将克里奥米尼送回,否则他打算起兵反抗国王的统治。
§5.38.6εὐθέως ὁ Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.
索西比乌斯立即抓住这个借口,极力煽动国王及其他阁臣,使他们不再拖延,而是对克里奥米尼加以监视并予以软禁。
§5.38.7γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖσθαι τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ.
此事办成后,有一所极大的宅邸分配给了他,他就在其中处于监视下生活,他与其他被拘留者的唯一区别,仅仅在于他在一个更大的监狱里过着起居生活。
§5.38.8εἰς ἃ βλέπων ὁ Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖραν λαμβάνειν, §5.38.9οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεως — οὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήν — τὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης, §5.38.10ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν,
μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
克里奥米尼看着这些境况,对未来抱有悲观的希望,决定尝试一切手段,这非因为他确信能成功实现其意图——因为对于这次行动,他没有任何合理的成功希望——而更多的是他急于求得光荣的死,不忍受任何与其过往展现出的英勇不相称的耻辱,同时,正如我所认为的,他心中存有并追求着志向高远之人常有的那种想法:“愿我决不无所作为、默默无闻地死去,而要成就伟业,流芳后世。 ”