§5.37.1ἐχρήσατο συνεργήματι τοιούτῳ τινί.
[索西比乌斯]利用了如下的一桩助力。
Νικαγόρας τις ἦν Μεσσήνιος· οὗτος ὑπῆρχε πατρικὸς ξένος Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως.
有一位名叫尼卡戈拉斯的弥塞尼亚人,他是拉刻代蒙国王阿尔基达马斯的家族客友。
§5.37.2τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τις ἦν τοῖς προειρημένοις ἐπιπλοκὴ πρὸς ἀλλήλους· καθʼ ὃν δὲ καιρὸν Ἀρχίδαμος ἐκ τῆς Σπάρτης ἔφυγε δείσας τὸν Κλεομένην, καὶ παρεγένετʼ εἰς Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁ Νικαγόρας αὐτὸν ἐδέξατο προθύμως, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆς συμπεριφορὰν ἐγένετό τις αὐτοῖς ὁλοσχερὴς εὔνοια καὶ συνήθεια πρὸς ἀλλήλους.
在此之前,上述两人之间的往来并不频繁;但当阿尔基达马斯因畏惧克里奥米尼而逃离斯巴达,来到弥塞尼亚时,尼卡戈拉斯不仅热情地用住宅和其他生活必需品接待了他,而且在随后的相处中,他们之间也产生了一种完全的友好与亲密关系。
§5.37.3διὸ καὶ μετὰ ταῦτα, τοῦ Κλεομένους ὑποδείξαντος ἐλπίδα καθόδου καὶ διαλύσεως πρὸς τὸν Ἀρχίδαμον, ἔδωκεν αὑτὸν ὁ Νικαγόρας εἰς τὰς διαποστολὰς καὶ τὰς ὑπὲρ τῶν πίστεων συνθήκας.
因此,在此之后,当克里奥米尼向阿尔基达马斯展示了回国与和解的希望时,尼卡戈拉斯便投身于使节的往来以及有关保证信用的协定谈判中。
§5.37.4ὧν κυρωθέντων ὁ μὲν Ἀρχίδαμος εἰς τὴν Σπάρτην κατῄει, πιστεύσας ταῖς διὰ τοῦ Νικαγόρου γεγενημέναις συνθήκαις,
当这些协定得到确认后,阿尔基达马斯信赖通过尼卡戈拉斯达成的协定,返回了斯巴达。
§5.37.5ὁ δὲ Κλεομένης ἀπαντήσας τὸν μὲν Ἀρχίδαμον ἐπανείλετο, τοῦ δὲ Νικαγόρου καὶ τῶν ἄλλων τῶν συνόντων ἐφείσατο.
然而,克里奥米尼在迎上去后,杀死了阿尔基达马斯,却放过了尼卡戈拉斯及其他随行人员。
§5.37.6πρὸς μὲν οὖν τοὺς ἐκτὸς ὁ Νικαγόρας ὑπεκρίνετο χάριν ὀφείλειν τῷ Κλεομένει διὰ τὴν αὑτοῦ σωτηρίαν, ἐν αὑτῷ γε μὴν βαρέως ἔφερε τὸ συμβεβηκός, δοκῶν αἴτιος γεγονέναι τῷ βασιλεῖ τῆς ἀπωλείας.
因此,对外界,尼卡戈拉斯假装因自己得以生还而对克里奥米尼心怀感激;但在内心深处,他对所发生的一切感到极其沉痛,认为自己是导致国王丧命的罪魁祸首。
§5.37.7οὗτος ὁ Νικαγόρας ἵππους ἄγων κατέπλευσε βραχεῖ χρόνῳ πρότερον εἰς τὴν Ἀλεξάνδρειαν.
正是这位尼卡戈拉斯,在不久前带着马匹乘船抵达了亚历山大港。
§5.37.8ἀποβαίνων δʼ ἐκ τῆς νεὼς καταλαμβάνει τόν τε Κλεομένην καὶ τὸν Παντέα καὶ μετʼ αὐτῶν Ἱππίταν ἐν τῷ λιμένι παρὰ τὴν κρηπῖδα περιπατοῦντας.
当他下船时,发现克里奥米尼、潘特乌斯以及和他们在一起的希皮塔斯正在港口码头附近散步。
§5.37.9ἰδὼν δʼ ὁ Κλεομένης αὐτὸν καὶ συμμίξας, ἠσπάζετο φιλοφρόνως, καὶ προσεπύθετο τί παρείη.
克里奥米尼一见到他,便迎了上去,热情地向他问好,并进一步询问他因何而来。
§5.37.10τοῦ δʼ εἰπόντος ὅτι παραγέγονεν ἵππους ἄγων "ἐβουλόμην ἄν σε" ἔφη "καὶ λίαν ἀντὶ τῶν ἵππων κιναίδους ἄγειν καὶ σαμβύκας· τούτων γὰρ ὁ νῦν βασιλεὺς κατεπείγεται.
当尼卡戈拉斯回答说自己带着马匹前来时,克里奥米尼说:“我倒真希望你带来的是男色和三角琴女乐,而不是马匹;因为这才是当今国王急切需要的。
§5.37.11"τότε γοῦν ἐπιγελάσας ὁ Νικαγόρας ἐσιώπησε, μετὰ δέ τινας ἡμέρας ἐπὶ πλεῖον ἐλθὼν εἰς τὰς χεῖρας τῷ Σωσιβίῳ διὰ τοὺς ἵππους εἶπε κατὰ τοῦ Κλεομένους τὸν ἄρτι ῥηθέντα λόγον,
” 当时,尼卡戈拉斯只是笑了笑,保持了沉默;但几天后,因为马匹的事情,他与索西比乌斯有了更深的接触,便将这句针对克里奥米尼的话说了出来。
§5.37.12θεωρῶν δὲ τὸν Σωσίβιον ἡδέως ἀκούοντα, πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν
当他看到索西比乌斯听得很痛快时,便倾吐了此前积压的所有