§5.33.1καίτοι γʼ οὐκ ἀγνοῶ διότι καὶ πλείους ἕτεροι τῶν συγγραφέων τὴν αὐτὴν ἐμοὶ προεῖνται φωνήν, φάσκοντες τὰ καθόλου γράφειν καὶ μεγίστην τῶν προγεγονότων ἐπιβεβλῆσθαι πραγματείαν·
とはいえ、他の何人もの歴史家たちが、私と同じ言葉を発し、通史を書いている、また過去の出来事のうちで最大の仕事を企てていると主張していることを、私は知らないわけではない。
§5.33.2περὶ ὧν ἐγώ, παραιτησάμενος Ἔφορον τὸν πρῶτον καὶ μόνον ἐπιβεβλημένον τὰ καθόλου γράφειν, τὸ μὲν πλείω λέγειν ἢ μνημονεύειν τινὸς τῶν ἄλλων ἐπʼ ὀνόματος παρήσω,
彼らについて私は、通史を書くことに最初に、そして唯一着手したエポロスを除外したうえで、他の誰かの名前を挙げてこれ以上詳しく語ることは控えることにする。
§5.33.3μέχρι δὲ τούτου μνησθήσομαι, διότι τῶν καθʼ ἡμᾶς τινες γραφόντων ἱστορίαν ἐν τρισὶν ἢ τέτταρσιν ἐξηγησάμενοι σελίσιν ἡμῖν τὸν Ῥωμαίων καὶ Καρχηδονίων πόλεμον φασὶ τὰ καθόλου γράφειν.
ただし、次のことだけは言及しておこう。 すなわち、我々の時代の歴史執筆者の一部は、ローマ人とカルタゴ人の戦争をわずか3、4ページで説明しておきながら、通史を書いていると主張しているのである。
§5.33.4καίτοι διότι πλεῖσται μὲν καὶ μέγισται τότε περί τε τὴν Ἰβηρίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Σικελίαν καὶ Ἰταλίαν ἐπετελέσθησαν πράξεις, ἐπιφανέστατος δὲ καὶ πολυχρονιώτατος ὁ κατʼ Ἀννίβαν πόλεμος γέγονε πλὴν τοῦ περὶ Σικελίαν, πάντες δʼ ἠναγκάσθημεν πρὸς αὐτὸν ἀποβλέπειν διὰ τὸ μέγεθος, δεδιότες τὴν συντέλειαν τῶν ἀποβησομένων, τίς οὕτως ἐστὶν ἀδαὴς ὃς οὐκ οἶδεν;
しかし、当時、イベリアやリビア、さらにはシチリアやイタリアにおいて、きわめて多く、かつ最大の出来事が遂行され、ハンニバルの戦争がシチリアの戦争を除けば最も有名で最も長期にわたるものとなり、誰もがその規模の大きさゆえに結末への不安からその行く末に注目せざるを得なかったということを、知らないほど無知な者がいるだろうか。
§5.33.5ἀλλʼ ἔνιοι τῶν πραγματευομένων οὐδʼ ἐφʼ ὅσον οἱ τὰ κατὰ καιροὺς ἐν ταῖς χρονογραφίαις ὑπομνηματιζόμενοι πολιτικῶς εἰς τοὺς τοίχους, οὐδʼ ἐπὶ τοσοῦτο μνησθέντες, πάσας φασὶ τὰς κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον περιειληφέναι πράξεις.
にもかかわらず、執筆者たちの中には、年代記の中にその時々の出来事を公的に壁へと書き留める者たちほどの記述さえせず、その程度の言及すらなしに、ギリシアおよび非ギリシアの世界におけるすべての出来事を包括したと主張する者がいる。
§5.33.6τοῦτο δʼ ἐστὶν αἴτιον, ὅτι τὸ μὲν τῷ λόγῳ τῶν μεγίστων ἔργων ἀντιποιήσασθαι τελείως ἐστὶ ῥᾴδιον, τὸ δὲ τοῖς πράγμασιν ἐφικέσθαι τινὸς τῶν καλῶν οὐκ εὐμαρές.
これには次のような原因がある。 すなわち、言葉の上で最大の偉業を自分のものと主張することは極めて容易であるが、実際の行動において何か優れたことを達成することは容易ではないからである。
§5.33.7διὸ καὶ τὸ μὲν ἐν μέσῳ κεῖται καὶ πᾶσι κοινὸν ὡς ἔπος εἰπεῖν τοῖς μόνον τολμᾶν δυναμένοις ὑπάρχει, τὸ δὲ καὶ λίαν ἐστὶ σπάνιον καὶ σπανίοις συνεξέδραμε κατὰ τὸν βίον.
それゆえ、前者は誰の目にも触れる場所に置かれていて、言わば大胆に振る舞うことだけができるすべての人に共通して備わっているが、後者は極めて稀であり、人生において稀な人々にしか伴わなかったのである。
§5.33.8ταῦτα μὲν οὖν προήχθην εἰπεῖν χάριν τῆς ἀλαζονείας τῶν ὑπερηφανούντων ἑαυτοὺς καὶ τὰς ἰδίας πραγματείας·
さて、私は自らや自身の仕事を誇る者たちの傲慢さゆえに、以上のようなことを言うに至った。
ἐπὶ δὲ τὴν ἀρχὴν ἐπάνειμι τῆς ἐμαυτοῦ προθέσεως.
しかし、私は自分自身の計画の始まりへと戻ることにしよう。