§5.33.1καίτοι γʼ οὐκ ἀγνοῶ διότι καὶ πλείους ἕτεροι τῶν συγγραφέων τὴν αὐτὴν ἐμοὶ προεῖνται φωνήν, φάσκοντες τὰ καθόλου γράφειν καὶ μεγίστην τῶν προγεγονότων ἐπιβεβλῆσθαι πραγματείαν·
然而,我并非不知道,其他好几位历史学家也曾发表过与我相同的言论,声称自己在撰写通史,并着手进行了过去发生的事情中最大的一项工作。
§5.33.2περὶ ὧν ἐγώ, παραιτησάμενος Ἔφορον τὸν πρῶτον καὶ μόνον ἐπιβεβλημένον τὰ καθόλου γράφειν, τὸ μὲν πλείω λέγειν ἢ μνημονεύειν τινὸς τῶν ἄλλων ἐπʼ ὀνόματος παρήσω, §5.33.3μέχρι δὲ τούτου μνησθήσομαι, διότι τῶν καθʼ ἡμᾶς τινες γραφόντων ἱστορίαν ἐν τρισὶν ἢ τέτταρσιν ἐξηγησάμενοι σελίσιν ἡμῖν τὸν Ῥωμαίων καὶ Καρχηδονίων πόλεμον φασὶ τὰ καθόλου γράφειν.
关于他们,在排除了第一个也是唯一一个着手撰写通史的埃福罗斯之后,我将不再赘述,也不再点名提及其他任何人,但我仅提及这一点,即我们这个时代的某些历史撰写者,仅用三四页纸向我们阐述了罗马人与迦太基人之间的战争,就声称自己在撰写通史。
§5.33.4καίτοι διότι πλεῖσται μὲν καὶ μέγισται τότε περί τε τὴν Ἰβηρίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Σικελίαν καὶ Ἰταλίαν ἐπετελέσθησαν πράξεις, ἐπιφανέστατος δὲ καὶ πολυχρονιώτατος ὁ κατʼ Ἀννίβαν πόλεμος γέγονε πλὴν τοῦ περὶ Σικελίαν, πάντες δʼ ἠναγκάσθημεν πρὸς αὐτὸν ἀποβλέπειν διὰ τὸ μέγεθος, δεδιότες τὴν συντέλειαν τῶν ἀποβησομένων, τίς οὕτως ἐστὶν ἀδαὴς ὃς οὐκ οἶδεν;
然而,当时在伊比利亚和利比亚,以及西西里和意大利,完成了极多且极重大的功绩;汉尼拔战争除西西里战争之外,是最著名且最持久的战争;我们所有人都因其规模之大,且担忧其最终结果,而不得不关注这场战争——谁会如此无知以至于不知道这些呢?
§5.33.5ἀλλʼ ἔνιοι τῶν πραγματευομένων οὐδʼ ἐφʼ ὅσον οἱ τὰ κατὰ καιροὺς ἐν ταῖς χρονογραφίαις ὑπομνηματιζόμενοι πολιτικῶς εἰς τοὺς τοίχους, οὐδʼ ἐπὶ τοσοῦτο μνησθέντες, πάσας φασὶ τὰς κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον περιειληφέναι πράξεις.
可是,有些撰述者甚至还没有像那些在编年史中把当时的事件公诸于墙壁的人那样详尽,连那样程度的记载都没有,却声称已经包揽了希腊及蛮族世界的所有大事。
§5.33.6τοῦτο δʼ ἐστὶν αἴτιον, ὅτι τὸ μὲν τῷ λόγῳ τῶν μεγίστων ἔργων ἀντιποιήσασθαι τελείως ἐστὶ ῥᾴδιον, τὸ δὲ τοῖς πράγμασιν ἐφικέσθαι τινὸς τῶν καλῶν οὐκ εὐμαρές.
而其原因在于,口头上把最伟大的功业归功于自己是极其容易的,但在实际行动中取得任何卓越的成就不易。
§5.33.7διὸ καὶ τὸ μὲν ἐν μέσῳ κεῖται καὶ πᾶσι κοινὸν ὡς ἔπος εἰπεῖν τοῖς μόνον τολμᾶν δυναμένοις ὑπάρχει, τὸ δὲ καὶ λίαν ἐστὶ σπάνιον καὶ σπανίοις συνεξέδραμε κατὰ τὸν βίον.
因此,前者摆在显眼之处,可以说对所有只要敢于吹嘘的人都是共同具备的;而后者却极为罕见,在人生中也只伴随着极少数的人。
§5.33.8ταῦτα μὲν οὖν προήχθην εἰπεῖν χάριν τῆς ἀλαζονείας τῶν ὑπερηφανούντων ἑαυτοὺς καὶ τὰς ἰδίας πραγματείας· ἐπὶ δὲ τὴν ἀρχὴν ἐπάνειμι τῆς ἐμαυτοῦ προθέσεως.
因此,由于那些自我炫耀并夸大自己著作的人的傲慢,我才被迫说了这些话;现在我要回到我最初设定的主题上去了。