§5.31.1μεθα τὴν ἐξήγησιν, καὶ πρῶτον ἐπιχειρήσομεν δηλοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον,
[我々はそれらについて]記述を行うだろう。 そして、当初の計画に従って、まずはコエレ・シリアをめぐってアンティオコスとプトレマイオスの間に起こった戦争を明らかにすることに着手しよう。
§5.31.2σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦτον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν τῆς ἐνεστώσης διηγήσεως.
ギリシアの事象の叙述を終えたこの時期において、この戦争が決着し、終結に近づきつつあったことを明確に知りつつも、現在の叙述におけるこのような区切りと分割を選択するものである。
§5.31.3τοῦ μὲν γὰρ μὴ τῆς τῶν κατὰ μέρος καιρῶν ἀκριβείας διαμαρτάνειν τοὺς ἀκούοντας ἱκανὴν τοῖς φιλομαθοῦσι πεπείσμεθα παρασκευάζειν ἐμπειρίαν ἐκ τοῦ τὰς ἑκάστων ἀρχὰς καὶ συντελείας παρυπομιμνήσκειν, καθʼ ὁποίους ἐγίνοντο καιροὺς τῆς ὑποκειμένης ὀλυμπιάδος καὶ τῶν Ἑλληνικῶν πράξεων·
というのも、聞き手が個々の出来事の時期の正確さを見失うことのないようにするために、それぞれの出来事の始まりと終わりが、対象となっているオリンピア期の、そしてギリシアの出来事のいかなる時期に起こったかを合わせて想起させることによって、知識を求める者たちに十分な理解を提供すると我々は確信しているからである。
§5.31.4τὸ δʼ εὐπαρακολούθητον καὶ σαφῆ γίνεσθαι τὴν διήγησιν οὐδὲν ἀναγκαιότερον ἐπὶ ταύτης τῆς ὀλυμπιάδος ἡγούμεθʼ εἶναι τοῦ μὴ συμπλέκειν ἀλλήλαις τὰς πράξεις, ἀλλὰ χωρίζειν καὶ διαιρεῖν αὐτὰς καθʼ ὅσον ἐστὶ δυνατόν,
しかし、このオリンピア期においては、叙述が理解しやすく明瞭なものとなるためには、諸々の出来事を互いに絡み合わせるのではなく、可能な限りそれらを分離し分割すること以上に不可欠なことはないと考えている。
§5.31.5μέχρις ἂν ἐπὶ τὰς ἑξῆς ὀλυμπιάδας ἐλθόντες κατʼ ἔτος ἀρξώμεθα γράφειν τὰς κατάλληλα γενομένας πράξεις.
それ以後のオリンピア期に達して、年ごとに行われた同時期の出来事を並行して書き始めるようになるまでは。
ἐπεὶ γὰρ οὐ τινά, §5.31.6τὰ δὲ παρὰ πᾶσι γεγονότα γράφειν προῃρήμεθα, καὶ σχεδὸν ὡς εἰπεῖν μεγίστῃ τῶν προγεγονότων ἐπιβολῇ κεχρήμεθα τῆς ἱστορίας, καθάπερ καὶ πρότερόν που δεδηλώκαμεν, §5.31.7δέον ἂν εἴη μεγίστην ἡμᾶς ποιεῖσθαι πρόνοιαν καὶ τοῦ χειρισμοῦ καὶ τῆς οἰκονομίας, ἵνα καὶ κατὰ μέρος καὶ καθόλου σαφὲς τὸ σύνταγμα γίνηται τῆς πραγματείας.
というのも、我々は一部の[出来事だけ]ではなく、あらゆる人々の間で起こったことを書くことを決意しており、また、以前のどこかで明らかにしたように、これまでに企てられた歴史記述の中でもほぼ最大級の企てに着手しているのであるから、この論考の構成が、部分的にも全体的にも明瞭なものとなるように、我々は素材の扱い方と構成の双方に最大の注意を払うべきであろう。
§5.31.8διὸ καὶ νῦν βραχὺ προσαναδραμόντες περὶ τῆς Ἀντιόχου καὶ Πτολεμαίου βασιλείας πειρασόμεθα λαμβάνειν ἀρχὰς ὁμολογουμένας καὶ γνωριζομένας περὶ τῶν λέγεσθαι μελλόντων, ὅπερ ἐστὶ πάντων ἀναγκαιό
それゆえに今も、アンティオコスとプトレマイオスの治世について少し遡って、語られようとしている事柄について、広く認められ、よく知られた出発点を得るように努めよう。 これは何よりも不可欠な[ことである]。