Humanitext Reader

波利比奥斯 · 历史 §5.31.1-5.31.8

叙事原则的说明与转向叙利亚战争

第 395 段,共 1311 段 · 希腊语

内容简介

作者从先前的希腊史叙述转向关于安条克与托勒密之间争夺柯里叙利亚的战争。他阐述了自己的叙事编排方法,强调为了读者易于理解,需将事件进行时空上的分离与划分。

§5.31.1μεθα τὴν ἐξήγησιν, καὶ πρῶτον ἐπιχειρήσομεν δηλοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον, §5.31.2σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦτον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν τῆς ἐνεστώσης διηγήσεως.
……[我们将进行]叙述。 而首先,我们将根据最初的计划,着手阐明安条克与托勒密之间为了柯里叙利亚而爆发的战争,尽管我们清楚地知道,在我们暂停希腊史叙述的这一时期,这场战争即将见分晓并走向结束,但我们仍选择在当下的叙述中进行这样的停顿和划分。
§5.31.3τοῦ μὲν γὰρ μὴ τῆς τῶν κατὰ μέρος καιρῶν ἀκριβείας διαμαρτάνειν τοὺς ἀκούοντας ἱκανὴν τοῖς φιλομαθοῦσι πεπείσμεθα παρασκευάζειν ἐμπειρίαν ἐκ τοῦ τὰς ἑκάστων ἀρχὰς καὶ συντελείας παρυπομιμνήσκειν, καθʼ ὁποίους ἐγίνοντο καιροὺς τῆς ὑποκειμένης ὀλυμπιάδος καὶ τῶν Ἑλληνικῶν πράξεων·
因为我们当中的人深信,为了不让读者失去对具体事件发生时间精度的掌握,通过提醒他们每项事务的开始和结束,以及它们发生在所讨论的奥林匹亚期和希腊事务中的具体时间,我们将为那些求知若渴的人提供足够的理解。
§5.31.4τὸ δʼ εὐπαρακολούθητον καὶ σαφῆ γίνεσθαι τὴν διήγησιν οὐδὲν ἀναγκαιότερον ἐπὶ ταύτης τῆς ὀλυμπιάδος ἡγούμεθʼ εἶναι τοῦ μὴ συμπλέκειν ἀλλήλαις τὰς πράξεις, ἀλλὰ χωρίζειν καὶ διαιρεῖν αὐτὰς καθʼ ὅσον ἐστὶ δυνατόν, §5.31.5μέχρις ἂν ἐπὶ τὰς ἑξῆς ὀλυμπιάδας ἐλθόντες κατʼ ἔτος ἀρξώμεθα γράφειν τὰς κατάλληλα γενομένας πράξεις.
但是,在这个奥林匹亚期中,为了使叙事易于理解且清晰,我们认为最必要的莫过于不要将各事件相互交织,而是尽可能地将它们分离和划分,直到我们进入随后的奥林匹亚期,并开始按年书写同时发生的事件。
ἐπεὶ γὰρ οὐ τινά, §5.31.6τὰ δὲ παρὰ πᾶσι γεγονότα γράφειν προῃρήμεθα, καὶ σχεδὸν ὡς εἰπεῖν μεγίστῃ τῶν προγεγονότων ἐπιβολῇ κεχρήμεθα τῆς ἱστορίας, καθάπερ καὶ πρότερόν που δεδηλώκαμεν, §5.31.7δέον ἂν εἴη μεγίστην ἡμᾶς ποιεῖσθαι πρόνοιαν καὶ τοῦ χειρισμοῦ καὶ τῆς οἰκονομίας, ἵνα καὶ κατὰ μέρος καὶ καθόλου σαφὲς τὸ σύνταγμα γίνηται τῆς πραγματείας.
因为我们决定不只书写某些[事件],而是要书写在所有人当中发生的事情,并且,正如我们在前面某个地方已经表明的那样,我们着手进行的是有史以来几乎最宏大的历史编纂尝试,所以我们应当对素材的处理和结构安排都给予最大的关注,以便这部著作的结构在局部和整体上都能清晰明了。
§5.31.8διὸ καὶ νῦν βραχὺ προσαναδραμόντες περὶ τῆς Ἀντιόχου καὶ Πτολεμαίου βασιλείας πειρασόμεθα λαμβάνειν ἀρχὰς ὁμολογουμένας καὶ γνωριζομένας περὶ τῶν λέγεσθαι μελλόντων, ὅπερ ἐστὶ πάντων ἀναγκαιό
因此,现在我们也稍微追溯一下安条克和托勒密的统治,力求为将要叙述的事情找到一个公认且广为人知的起点,这比一切都更为必要……

词汇与语法注释

  1. 5.31.1ποιησό- / μεθα — 前一分卷末尾的 `ποιησό` 与本分卷开头的 `μεθα` 共同构成了将来时中动直陈语气第一人称复数形式 `ποιησόμεθα`(源自 `ποιέω`),构成短语 `ποιεῖσθαι τὴν ἐξήγησιν`(进行叙述)的动词部分。
  2. 5.31.3τοῦ μὲν γὰρ μὴ ... διαμαρτάνειν τοὺς ἀκούοντας — 冠词属格 `τοῦ` + 否定词 `μή` + 不定式 `διαμαρτάνειν` 构成表目的的属格不定式短语(为了不……),其逻辑主语是宾格的 `τοὺς ἀκούοντας`。动词 `διαμαρτάνειν` 支配属格宾语 `τῆς ... ἀκριβείας`。
  3. 5.31.5ἐπεὶ γὰρ οὐ τινά — `οὐ τινά`(非某些[事件])后面省略了名词(如 `πράξεις`),并与下文的 `τὰ δὲ παρὰ πᾶσι γεγονότα`(而是在所有人当中发生的事情)形成对比。此句重申了波里比阿撰写“通史”(普遍史)而非局部历史的撰述宗旨。
  4. 5.31.7δέον ἂν εἴη — 无人称分词 `δέον` 与希求语气助动词 `ἂν εἴη` 结合构成潜能语气表达,表示某种合理的义务或建议(“我们将应当……”)。

引用这一段

波利比奥斯, 历史 §5.31.1-5.31.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.31.1-5.31.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。