§5.30.1τοῦ δὲ χειμῶνος ἐπιγενομένου, καὶ Φιλίππου μὲν τοῦ βασιλέως εἰς Μακεδονίαν ἀπηλλαγμένου, τοῦ δʼ Ἐπηράτου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν καταπεφρονημένου μὲν ὑπὸ τῶν πολιτικῶν νεανίσκων, κατεγνωσμένου δὲ τελέως ὑπὸ τῶν μισθοφόρων, οὔτʼ ἐπειθάρχει τοῖς παραγγελλομένοις οὐδεὶς οὔτʼ ἦν ἕτοιμον οὐδὲν πρὸς τὴν τῆς χώρας βοήθειαν.
随着冬季的到来,国王腓力已返回马其顿,而阿开亚人的将军埃佩拉图斯一方面受到青年公民的蔑视,另一方面又被雇佣兵彻底看不起,结果没有人服从命令,也没有为保卫国家做好任何准备。
§5.30.2εἰς ἃ βλέψας Πυρρίας ὁ παρὰ τῶν Αἰτωλῶν ἀπεσταλμένος στρατηγὸς τοῖς Ἠλείοις, ἔχων Αἰτωλῶν εἰς χιλίους καὶ τριακοσίους καὶ τοὺς τῶν Ἠλείων μισθοφόρους, ἅμα δὲ τούτοις πολιτικοὺς πεζοὺς μὲν εἰς χιλίους, ἱππεῖς δὲ διακοσίους, ὥστʼ εἶναι τοὺς πάντας εἰς τρισχιλίους, §5.30.3οὐ μόνον τὴν τῶν Δυμαίων καὶ Φαραιέων συνεχῶς ἐπόρθει χώραν, ἀλλὰ καὶ τὴν τῶν Πατρέων.
被埃托利亚人派往伊利斯人那里的将军皮里亚斯看到了这些情况,他率领约一千三百名埃托利亚兵和伊利斯人的雇佣兵,此外还有约一千名公民步兵和二百名骑兵,总数约为三千人,不仅不断蹂躏迪梅和法赖的领土,而且还蹂躏了帕特赖的领土。
§5.30.4τὸ δὲ τελευταῖον ἐπὶ τὸ Παναχαϊκὸν ὄρος καλούμενον ἐπιστρατοπεδεύσας, τὸ κείμενον ὑπὲρ τῆς τῶν Πατρέων πόλεως, ἐδῄου πᾶσαν τὴν ἐπὶ τὸ Ῥίον καὶ τὴν ἐπʼ Αἴγιον κεκλιμένην χώραν.
最后,他在位于帕特赖城上方的所谓帕纳海孔山上扎营,劫掠了所有向里翁和艾吉翁延伸的地区。
§5.30.5λοιπὸν αἱ μὲν πόλεις κακοπαθοῦσαι καὶ μὴ τυγχάνουσαι βοηθείας δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς, οἱ δὲ στρατιῶται, τῶν ὀψωνίων παρελκομένων καὶ καθυστερούντων, τὸ παραπλήσιον ἐποίουν περὶ τὰς βοηθείας· §5.30.6ἐξ ἀμφοῖν δὲ τῆς τοιαύτης ἀνταποδόσεως γινομένης, ἐπὶ τὸ χεῖρον προύβαινε τὰ πράγματα καὶ τέλος διελύθη τὸ ξενικόν.
因此,各城市因备受苦难且得不到援助,对缴纳税饷感到十分勉强,而士兵们则因为军饷被拖延和迟发,在执行救援任务时也采取了类似的态度;由于双方都产生了这种互为因果的对抗性反应,事态进一步恶化,最终雇佣军解散了。
πάντα δὲ ταῦτα συνέβαινε γίνεσθαι διὰ τὴν τοῦ προεστῶτος ἀδυναμίαν.
这一切的发生,都是由于领导者的无能。
§5.30.7ἐν τοιαύτῃ δʼ ὄντων διαθέσει τῶν κατὰ τοὺς Ἀχαιούς, καὶ τῶν χρόνων ἤδη καθηκόντων, Ἐπήρατος μὲν ἀπετίθετο τὴν ἀρχήν, οἱ δʼ Ἀχαιοὶ τῆς θερείας ἐναρχομένης στρατηγὸν αὑτῶν Ἄρατον κατέστησαν τὸν πρεσβύτερον.
在阿开亚人的情况处于这种状态下,且任期已经届满,埃佩拉图斯卸下了职务,而阿开亚人在夏季开始时,任命年长的阿拉图斯为他们的将军。
καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
欧洲的事态便是在这样的情况下。
§5.30.8ἡμεῖς δʼ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμόζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προειρημένοις ἐπιτελεσθείσας αὖτις ὑπὲρ ἐκείνων ποιησό
至于我们,既然在时间的划分和叙事的界限上都找到了合适的节点,就将转向亚洲的事务,即与前述事件在同一奥林匹亚期内完成的事务,并将再次对它们进行……