§5.23.1τοὺς ἱππεῖς.
──騎兵を[配置した]。
ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους,
一方フィリッポスは、リュクルゴスの一行に接近すると、まず傭兵たちだけを突撃させた。
§5.23.2ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων.
そのため、最初はラケダイモン側の兵たちがより優勢に戦うこととなった。 彼らにとって武装と地形の両方が少なからず有利に働いたからである。
§5.23.3ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δʼ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον, §5.23.4τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν.
しかし、フィリッポスが予備兵の隊列をなす軽装歩兵たちを戦闘中の者たちの後方に投入し、さらにイリュリア人たちを率いて(敵の)高みを越え、側面から攻撃を仕掛けると、その時、フィリッポス側の傭兵たちは、イリュリア人と軽装歩兵の予備隊に力づけられて戦闘に向けて何倍も鼓舞されたのに対し、リュクルゴス側の兵たちは、重装歩兵の突撃に恐れをなし、退却して敗走することとなった。
§5.23.5ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους·
こうして彼らのうち百名ほどが戦死し、それよりわずかに多い者が捕虜となった。
οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν.
残りの者たちは市へと逃げ延びた。
ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.
リュクルゴス自身は、夜間に数名の者とともに道なき道を進み、市への退路を確保した。
§5.23.6Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν.
フィリッポスは丘陵をイリュリア人たちに確保させ、自らは軽装兵と軽装歩兵を率いて本隊のもとへと戻った。
§5.23.7Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως.
アラトスはこの時、アミクライからファランクス(重装歩兵密集陣)を率いて、すでに市の近くまで迫っていた。
§5.23.8ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας.
そこで王(フィリッポス)は、川を渡り、軽装兵、軽装歩兵、さらに騎兵を率いて護衛(掩護)にあたり、重装歩兵(本隊)がまさにそれらの丘の下の難所を安全に通過し終えるまで待った。
§5.23.9τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων, §5.23.10καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις
市内の者たちが護衛にあたっていた騎兵たちに攻撃を仕掛けようとし、より本格的な衝突が生じたが、軽装歩兵たちが勇敢に戦い、フィリッポスはこの時にも明白な勝利を収め、ラケダイモン人の騎兵たちを門のところまで追いつめ、その後、安全にエウロタス川を渡って、自らのファランクス兵たちの殿軍(最後尾)を務めた。