§5.23.1τοὺς ἱππεῖς.
……骑兵。
ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους, §5.23.2ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων.
而腓力在逼近吕库尔戈斯及其部下时,起初仅让雇佣兵们发起进攻,由此在开始时,拉刻代蒙一方的人战斗得更为得志,因为他们的装备和地形都给予了他们不小的帮助。
§5.23.3ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δʼ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον, §5.23.4τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν.
但当腓力将担任预备队角色的轻盾兵投入战斗人员的身后,并带领伊利里亚人越过高地,从侧翼发起进攻时,此时,腓力一方的雇佣兵因受到伊利里亚人和轻盾兵预备队的鼓舞,在危险面前士气倍增,而吕库尔戈斯手下的人则被重装步兵的进攻所震慑,开始退却逃跑。
§5.23.5ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν.
于是他们之中约有一百人战死,被俘的人比这稍多一些;其余的人则逃回了城里。
ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.
吕库尔戈斯本人则在夜里与少数人一起经由无路可行的地方进发,得以退入城中。
§5.23.6Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν.
腓力让伊利里亚人占领了丘陵,自己则带着轻装兵和轻盾兵返回主力部队。
§5.23.7Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως.
与此同时,阿拉托斯率领方阵从阿密克莱出发,此时已经逼近城市。
§5.23.8ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας.
于是国王渡过河流,用轻装兵、轻盾兵以及骑兵进行掩护,直到重装步兵安全地通过了紧挨着这些丘陵下方的险要地带。
§5.23.9τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων, §5.23.10καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις
城内的人企图向进行掩护的骑兵发起进攻,从而发生了一场更为剧烈的冲突,但由于轻盾兵英勇作战,腓力在此次交战中也取得了无可争议的优势,将拉刻代蒙人的骑兵一直追赶到城门,随后安全地渡过欧罗塔斯河,亲自为他的方阵步兵殿后。