§5.15.1ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες ἐπὶ τοῖς γεγονόσι·
したがって、彼らは、起こった事柄に対して他の人々と同じようには喜んでいなかったため、王や他の人々に直ちに怪しまれることとなった。
§5.15.2προβαίνοντος δὲ τοῦ πότου, κἄπειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκασθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑτούς.
しかし、酒宴が進み、やがて夜も更け大酒が重ねられると、彼らは場に合わせざるを得ず、すぐに自らの正体を曝け出してしまった。
§5.15.3λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦντες τὸν Ἄρατον.
というのも、会が解散すると、彼らは泥酔と分別のなさに駆り立てられ、アラトスを探し回ってうろついたからである。
§5.15.4συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν ἐνεχείρησαν τοῖς λίθοις.
そして帰途の彼に出くわすと、最初は悪口を言っていたが、後には石を投げつけようとした。
§5.15.5προσβοηθούντων δὲ πλειόνων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν.
双方に多くの者が加勢に駆けつけたため、陣営内には騒動と動揺が生じた。
ὁ δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας τὴν ταραχήν.
王はその叫び声を聞き、事態を究明し騒動を解散させる者たちを派遣した。
§5.15.6ὁ μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδι
それで、この者たちが到着すると、アラトスは起こったことを話し、居合わせた者たちを証人として立てて、この不当な暴行の場を離れて自分の天幕へと去っていった。
§5.15.7κίας ἐπὶ τὴν αὑτοῦ σκηνήν, ὁ δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε.
一方、レオンティオスは騒ぎに紛れて、どういうわけか知らぬ間に逃げ去っていた。
τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος ὁ βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς.
王はメガレアスとクリノンを召し出し、事の顛末を理解すると、彼らを厳しく叱責した。
§5.15.8οἱ δʼ οὐχ οἷον ὑπέμειναν, ἀλλʼ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον.
しかし、彼らは叱責をおとなしく受けるどころか、むしろ増長し、アラトスとその一派にしかるべき報いを与えるまでは自分たちの企てを止めるつもりはないと言い張った。
§5.15.9ὁ δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγα
王は彼らの言葉に激怒し、直ちに二十タラントンの保証金を要求して彼らを拘束し、牢へと連行す