Humanitext Reader

ポリュビオス · 歴史 §5.16.1-5.16.10

メガレアスの裁判とアラトスによる告発

380 / 1311 箇所 · ギリシア語

要旨

フィリッポス王はメガレアスらを裁判にかけ、アラトスによる過去の悪事の告発と立証により、彼らは有罪判決を受ける。レオンティオスはメガレアスの保証人となるが、彼らの陰謀は当初の計画とは正反対の失敗に終わる。

§5.16.1γεῖν.
るよう命じた。
τῇ δʼ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος.
翌日、王はアラトスを召し出して安心するよう勧め、この事件に対してしかるべき追及を行うつもりであると伝えた。
§5.16.2ὁ δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν βασιλέα.
一方レオンティオスは、メガレアスの身に起きたことを知り、数名の軽装歩兵を率いて王の天幕へとやって来た。 王の若さゆえに威圧することができ、速やかに翻意させることができると信じていたからである。
§5.16.3συντυχὼν δʼ αὐτῷ, προσεπυνθάνετο τίς ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς τὴν φυλακὴν ἀπαγαγεῖν.
彼は王に会うと、誰が敢えてメガレアスに手をかけ、誰が彼を牢へと連行したのかを問いただした。
§5.16.4τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς ὁ Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος. ὁ δὲ βασιλεύς,
王が、自分がそう命じたのだと毅然と答えると、レオンティオスは圧倒され、少し嘆きの声を漏らし、怒って立ち去った。
§5.16.5ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρμίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθυστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέδωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν.
王は、全艦隊とともに出航して湾を渡り、レウカスに投錨するとすぐに、戦利品の分配を委ねられた者たちに対して、その任務に遅滞なく従事するよう命じた。 そして彼自身は友人たちを招集し、メガレアス一派に対する裁判を開いた。
§5.16.6τοῦ δʼ Ἀράτου κατηγορήσαντος ἀνέκαθεν τὰ πεπραγμένα τοῖς περὶ τὸν Λεόντιον, καὶ διελθόντος τὴν γενομένην ὑπʼ αὐτῶν ἐν Ἄργει σφαγήν, ἣν ἐποιήσαντο μετὰ τὸν Ἀντιγόνου χωρισμόν, καὶ τὰς πρὸς Ἀπελλῆν συνθήκας, ἔτι δὲ τὸν περὶ τοὺς Παλαιεῖς ἐμποδισμόν, §5.16.7καὶ πάντα ταῦτα μετʼ ἀποδείξεως ἐνδεικνυμένου καὶ μαρτύρων, οὐ δυνάμενοι πρὸς οὐδὲν ἀντιλέγειν οἱ περὶ τὸν Μεγαλέαν κατεκρίθησαν ὁμοθυμαδὸν ὑπὸ τῶν φίλων.
アラトスが、レオンティオス一派がこれまで行ってきた数々の悪行を当初から告発し、アンティゴノスが去った後に彼らがアルゴスで行った虐殺や、アペレスとの密約、さらにはパライエスでの妨害行為などを詳細に語り、これらすべてを証拠と証人を挙げて示したため、メガレアス一派は何も反論することができず、満場一致で友人たちによって有罪と宣告された。
§5.16.8καὶ Κρίνων μὲν ἔμεινεν ἐν τῇ φυλακῇ, τὸν δὲ Μεγαλέαν Λεόντιος ἀνεδέξατο τῶν χρημάτων.
クリノンは牢に留まったが、メガレアスについてはレオンティオスが罰金の保証人となった。
§5.16.9ἡ μὲν οὖν Ἀπελλοῦ καὶ τῶν περὶ τὸν Λεόντιον πρᾶξις ἐν τούτοις ἦν, παλίντροπον λαμβάνουσα τὴν προκοπὴν ταῖς ἐξ ἀρχῆς αὐτῶν ἐλπίσιν.
このように、アペレスやレオンティオス一派の企ては進行し、その展開は彼らが当初抱いていた希望とは正反対の結果を迎えることとなった。
§5.16.10ἔδοξαν μὲν γὰρ καταπληξάμενοι τὸν Ἄρατον καὶ μονώσαντες τὸν Φίλιππον ποιήσειν ὅ τι ἂν αὐτοῖς δοκῇ συμφέρειν, ἀπέβη δὲ τούτων τἀναντία.
彼らは、アラトスを脅迫しフィリッポスを孤立させれば、自分たちの都合の良いように何でもできると考えていたが、結果はその反対となったのである。

語釈・文法注

  1. 5.16.1ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν — ὅτι節内の動詞ποιήσεταιは未来中動態三人称単数で、主節の時制(παρεκάλει)から見て未来の事象を表す。ἐπιστροφήは「考慮、対処、追及」の意。
  2. 5.16.2πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν — 分詞πεπεισμένος(完了受動態分詞で「確信している」)に続く不定詞καταπλήξεσθαιは未来中動態。ここでは受動的意味ではなく能動的・使役的な「威圧する」の意味。また、διὰ τὴν ἡλικίαν(若さゆえに)の「若さ」は王(フィリッポス)の若さを指す。
  3. 5.16.4τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι — 独立属格構文。αὐτοῦは強意代名詞で、不定詞συντεταχέναι(完了能動態)の意味上の主語として「(王)自身が命じた」ことを指す。副詞ὑποστατικῶςは「断固として、毅然として」の意味。
  4. 5.16.8τῶν χρημάτων — 属格τῶν χρημάτων.、動詞ἀνεδέξατο(保証を引き受ける)の直接の対象、すなわちメガレアスに科された罰金、あるいはそのための保証金を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §5.16.1-5.16.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.16.1-5.16.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。