Humanitext Reader

波利比奥斯 · 历史 §5.15.1-5.15.9

梅加莱亚斯袭击阿拉图斯与被捕入狱

第 379 段,共 1311 段 · 希腊语

内容简介

在宴会上,对国王成功心怀不满的梅加莱亚斯等人显露本色,并在阿拉图斯回去的路上袭击他,引发了骚乱。国王得知此事后勃然大怒,将他们拘留并送往监狱。

§5.15.1ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες ἐπὶ τοῖς γεγονόσι·
因此,由于他们对所发生的事情并不像其他人那样高兴,立刻引起了国王和其他人的怀疑。
§5.15.2προβαίνοντος δὲ τοῦ πότου, κἄπειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκασθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑτούς.
然而随着酒宴的进行,接着出现了不妥的行为和暴饮,他们被迫随顺应酬,很快就自我暴露了。
§5.15.3λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦντες τὸν Ἄρατον.
因为聚会散去后,他们在醉酒和愚妄的驱使下,四处走动寻找阿拉图斯。
§5.15.4συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν ἐνεχείρησαν τοῖς λίθοις.
在回去的路上遇到他时,起初他们辱骂他,后来竟企图用石头砸他。
§5.15.5προσβοηθούντων δὲ πλειόνων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν.
由于更多的人前来协助双方,营地里一片混乱和骚动。
ὁ δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας τὴν ταραχήν.
国王听到叫喊声,便派人去查明情况并平息骚乱。
§5.15.6ὁ μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδι §5.15.7κίας ἐπὶ τὴν αὑτοῦ σκηνήν, ὁ δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε.
于是,当这些人到达后,阿拉图斯陈述了所发生的事,并让在场的人作证,便得以从这场不义的攻击中抽身,回到了自己的帐篷;而莱昂提乌斯则在混乱中莫名其妙地悄悄溜走了。
τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος ὁ βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς.
国王召来梅加莱亚斯和克里农,在了解了事情的真相后,严厉地斥责了他们。
§5.15.8οἱ δʼ οὐχ οἷον ὑπέμειναν, ἀλλʼ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον.
但他们不仅没有顺从,反而变本加厉,宣称在让阿拉图斯及其党羽付出代价之前,他们决不放弃自己的企图。
§5.15.9ὁ δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγα
国王对这些话感到愤怒,立刻要求他们交出二十个塔兰同的保证金予以扣押,并命令将他们押往监

词汇与语法注释

  1. §5.15.1ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ — “对国王来说处于被怀疑的状态”,即“被国王所怀疑”。与格 τῷ τε βασιλεῖ 在此作为关系与格或施事与格,依附于短语 ἐν ὑπονοίᾳ。
  2. §5.15.2προβαίνοντος δὲ τοῦ πότου — προβαίνοντος δὲ τοῦ πότου 以及接下来的 γενομένης ἀκαιρίας καὶ πολυποσίας 均为连续出现的属格独立结构(genitive absolute),用以描绘场景背景和时间的推移。
  3. §5.15.8οὐχ οἷον ὑπέμειναν — 惯用语 οὐχ οἷον(“不仅不……反而……”)否定了本应顺从指责的预期行为,并强烈强调了随后的相反行为 ἀλλʼ ἐπεμέτρησαν(“反而变本加厉”)。

引用这一段

波利比奥斯, 历史 §5.15.1-5.15.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.15.1-5.15.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。