§5.14.1ἀποπειρώμενος τῶν ἔνδον·
中にいる者たちの様子を窺うためであった。
ἐπυνθάνετο γὰρ εἰς τὸν Στράτον συνδεδραμηκέναι τῶν Αἰτωλῶν πεζοὺς μὲν εἰς τρισχιλίους, ἱππεῖς δὲ περὶ τετρακοσίους, Κρῆτας δʼ εἰς πεντακοσίους.
というのも、アイトリア人のうち歩兵およそ三千、騎兵約四百、そしてクレタ人およそ五百がストラトスに集結していると彼は知らされていたからである。
§5.14.2οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος, αὖτις ἀρξάμενος ἐκίνει τοὺς πρώτους, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὴν Λιμναίαν καὶ τὰς ναῦς.
しかし、誰一人として出撃して戦おうと敢えてしなかったため、彼は再び先鋒を動かし始め、リムナイアと船団の方へと進路をとった。
§5.14.3ἅμα δὲ τῷ τὴν οὐραγίαν παραλλάξαι τὴν πόλιν τὸ μὲν πρῶτον ὀλίγοι τῶν Αἰτωλικῶν ἱππέων ἐξελθόντες κατεπείραζον τῶν ἐσχάτων·
そして、後衛が街を通過すると同時に、最初は少数アイトリアの騎兵たちが出撃して、最後尾の者たちに襲いかかって様子を窺った。
§5.14.4ἐπεὶ δὲ τό τε τῶν Κρητῶν πλῆθος ἐκ τῆς πόλεως καί τινες τῶν Αἰτωλικῶν συνῆψαν τοῖς αὑτῶν ἱππεῦσι, γινομένης ὁλοσχερεστέρας συμπλοκῆς, ἠναγκάσθησαν ἐκ μεταβολῆς οἱ περὶ τὴν οὐραγίαν κινδυνεύειν.
しかし、街からクレタ人の大部隊とアイトリア人の何人かが自分たちの騎兵に合流し、戦闘がいっそう本格的になると、後衛の者たちは反転して命がけで戦うことを余儀なくされた。
§5.14.5τὸ μὲν οὖν πρῶτον ἀμφοτέρων ἐφάμιλλος ἦν ὁ κίνδυνος· προσβοηθησάντων δὲ τοῖς παρὰ τοῦ Φιλίππου μισθοφόροις τῶν Ἰλλυριῶν, ἐνέκλιναν καὶ σποράδην ἔφευγον οἱ τῶν Αἰτωλῶν ἱππεῖς καὶ μισθοφόροι.
そのため、最初は双方の戦闘は互角であったが、フィリッポスの傭兵たちを助けるためにイリュリア人たちが救援に駆けつけると、アイトリア人の騎兵と傭兵たちは退却し、散り散りになって逃走した。
§5.14.6καὶ τὸ μὲν πολὺ μέρος αὐτῶν ἕως εἰς τὰς πύλας καὶ πρὸς τὰ τείχη συνεδίωξαν οἱ παρὰ τοῦ βασιλέως, κατέβαλον δʼ εἰς ἑκατόν.
具体的には、王の部下たちは彼らの大部分を門や城壁のところまで追い詰め、百人ほどを討ち取った。
§5.14.7ἀπὸ δὲ ταύτης τῆς χρείας λοιπὸν οἱ μὲν ἐκ τῆς πόλεως τὴν ἡσυχίαν ἦγον, οἱ δʼ ἀπὸ τῆς οὐραγίας ἀσφαλῶς συνῆψαν πρὸς τὸ στρατόπεδον καὶ τὰς ναῦς.
この戦闘の後は、街から出ていた者たちは静穏を保ち、後衛の者たちは安全に宿営地と船団に合流した。
§5.14.8ὁ δὲ Φίλιππος καταστρατοπεδεύσας ἐν ὥρᾳ τοῖς θεοῖς ἔθυεν εὐχαριστήρια τῆς γεγενημένης αὐτῷ περὶ τὴν ἐπιβολὴν εὐροίας, ἅμα δὲ καὶ τοὺς ἡγεμόνας ἐκάλει, βουλόμενος ἑστιᾶσαι πάντας.
フィリッポスは適当な時間に陣を敷くと、自分の企てが順調に運んだことに対して神々に感謝の生贄を捧げ、同時にすべての将校たちを宴に招こうとして呼び集めた。
§5.14.9ἐδόκει γὰρ εἰς τόπους αὑτὸν δεδωκέναι παραβόλους καὶ τοιούτους, εἰς οὓς οὐδεὶς ἐτόλμησε πρότερον στρατοπέδῳ παρεμβαλεῖν.
というのも、彼は、かつて誰も軍を率いて侵入しようと敢えてしなかったような、危険な地帯に身を投じたと考えていたからである。
§5.14.10ὁ δʼ οὐ μόνον ἐνέβαλε μετὰ τῆς δυνάμεως, ἀλλὰ καὶ πᾶν ὃ προέθετο συντελεσάμενος ἀσφαλῶς ἐποιήσατο τὴν ἐπάνοδον.
しかし彼は、軍勢を率いて侵入しただけでなく、目指したすべてのことを成し遂げて安全に帰還したのである。
διʼ ἃ περιχαρὴς ὢν οὗτος μὲν ἐγίνετο περὶ τὴν τῶν ἡγεμόνων ὑποδοχήν·
それゆえ彼は大いに喜び、将校たちを歓待することに専念していた。
§5.14.11οἱ δὲ περὶ τὸν Μεγαλέαν καὶ Λεόντιον δυσχερῶς ἔφερον τὴν γεγενημένην ἐπιτυχίαν τοῦ βασιλέως, ὡς ἂν διατεταγμένοι μὲν πρὸς τὸν Ἀπελλῆν πάσαις ἐμποδιεῖν ταῖς ἐπιβολαῖς αὐτοῦ, μὴ δυνάμενοι δὲ τοῦτο ποιεῖν,
これに対して、メガレアスとレオンティオスの一派は、王が成功を収めたことを不快に思っていた。
§5.14.12ἀλλὰ τῶν πραγμάτων αὐτοῖς κατὰ τοὐναντίον προχωρούντων, διεσφαλμένοι προφανῶς.
彼らは、アペレスとの間で王のあらゆる企てを妨害することを約束していたにもかかわらず、それが実行できず、それどころか、事態が彼らの意図とは正反対に進み、明らかに計画が頓挫したからである。
ἀλλʼ ἧκόν γε πρὸς τὸ δεῖπνον.
しかし、ともかく彼らも晩餐には出席した。