§5.14.1ἀποπειρώμενος τῶν ἔνδον· ἐπυνθάνετο γὰρ εἰς τὸν Στράτον συνδεδραμηκέναι τῶν Αἰτωλῶν πεζοὺς μὲν εἰς τρισχιλίους, ἱππεῖς δὲ περὶ τετρακοσίους, Κρῆτας δʼ εἰς πεντακοσίους.
目的是试探城内的人;因为他获悉,大约三千名埃托利亚步兵、约四百名骑兵以及大约五百名克里特人已在斯特拉托斯集结。
§5.14.2οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος, αὖτις ἀρξάμενος ἐκίνει τοὺς πρώτους, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὴν Λιμναίαν καὶ τὰς ναῦς.
由于无人敢于出城迎战,他再次下令前锋开动,朝着利姆奈亚和船队的方向进军。
§5.14.3ἅμα δὲ τῷ τὴν οὐραγίαν παραλλάξαι τὴν πόλιν τὸ μὲν πρῶτον ὀλίγοι τῶν Αἰτωλικῶν ἱππέων ἐξελθόντες κατεπείραζον τῶν ἐσχάτων· §5.14.4ἐπεὶ δὲ τό τε τῶν Κρητῶν πλῆθος ἐκ τῆς πόλεως καί τινες τῶν Αἰτωλικῶν συνῆψαν τοῖς αὑτῶν ἱππεῦσι, γινομένης ὁλοσχερεστέρας συμπλοκῆς, ἠναγκάσθησαν ἐκ μεταβολῆς οἱ περὶ τὴν οὐραγίαν κινδυνεύειν.
后卫刚通过该城,起初有少数埃托利亚骑兵出城,袭击并试探最后尾的队伍;但当城里的大批克里特人和部分埃托利亚人与他们自己的骑兵会合,战斗变得更加全面时,后卫部队被迫转身,在危险中交战。
§5.14.5τὸ μὲν οὖν πρῶτον ἀμφοτέρων ἐφάμιλλος ἦν ὁ κίνδυνος· προσβοηθησάντων δὲ τοῖς παρὰ τοῦ Φιλίππου μισθοφόροις τῶν Ἰλλυριῶν, ἐνέκλιναν καὶ σποράδην ἔφευγον οἱ τῶν Αἰτωλῶν ἱππεῖς καὶ μισθοφόροι.
起初,双方的战斗势均力敌;但当伊利里亚人赶来增援腓力的雇佣兵时,埃托利亚的骑兵和雇佣兵便败退并四散逃窜。
§5.14.6καὶ τὸ μὲν πολὺ μέρος αὐτῶν ἕως εἰς τὰς πύλας καὶ πρὸς τὰ τείχη συνεδίωξαν οἱ παρὰ τοῦ βασιλέως, κατέβαλον δʼ εἰς ἑκατόν.
国王的手下将他们的大部分人一直追击到城门和城墙跟前,并斩杀了一百人左右。
§5.14.7ἀπὸ δὲ ταύτης τῆς χρείας λοιπὸν οἱ μὲν ἐκ τῆς πόλεως τὴν ἡσυχίαν ἦγον, οἱ δʼ ἀπὸ τῆς οὐραγίας ἀσφαλῶς συνῆψαν πρὸς τὸ στρατόπεδον καὶ τὰς ναῦς.
经过这次交战,城里的人便保持安静,而后卫部队则安全地与营地和船队会合。
§5.14.8ὁ δὲ Φίλιππος καταστρατοπεδεύσας ἐν ὥρᾳ τοῖς θεοῖς ἔθυεν εὐχαριστήρια τῆς γεγενημένης αὐτῷ περὶ τὴν ἐπιβολὴν εὐροίας, ἅμα δὲ καὶ τοὺς ἡγεμόνας ἐκάλει, βουλόμενος ἑστιᾶσαι πάντας.
腓力及时安营扎寨后,向神明献上感恩祭,感谢他在这次行动中获得顺利,同时他召集将领,准备宴请所有人。
§5.14.9ἐδόκει γὰρ εἰς τόπους αὑτὸν δεδωκέναι παραβόλους καὶ τοιούτους, εἰς οὓς οὐδεὶς ἐτόλμησε πρότερον στρατοπέδῳ παρεμβαλεῖν.
因为他觉得自己涉足了极其危险的地区,此前从未有人敢率领军队侵入这些地方。
§5.14.10ὁ δʼ οὐ μόνον ἐνέβαλε μετὰ τῆς δυνάμεως, ἀλλὰ καὶ πᾶν ὃ προέθετο συντελεσάμενος ἀσφαλῶς ἐποιήσατο τὴν ἐπάνοδον. διʼ ἃ περιχαρὴς ὢν οὗτος μὲν ἐγίνετο περὶ τὴν τῶν ἡγεμόνων ὑποδοχήν·
然而他不仅率军攻入,而且在完成了他所计划的一切之后安全返回。
§5.14.11οἱ δὲ περὶ τὸν Μεγαλέαν καὶ Λεόντιον δυσχερῶς ἔφερον τὴν γεγενημένην ἐπιτυχίαν τοῦ βασιλέως, ὡς ἂν διατεταγμένοι μὲν πρὸς τὸν Ἀπελλῆν πάσαις ἐμποδιεῖν ταῖς ἐπιβολαῖς αὐτοῦ, μὴ δυνάμενοι δὲ τοῦτο ποιεῖν, §5.14.12ἀλλὰ τῶν πραγμάτων αὐτοῖς κατὰ τοὐναντίον προχωρούντων, διεσφαλμένοι προφανῶς.
因此他极为高兴,专心于招待将领们;但梅加莱亚斯、莱昂提乌斯及其同党却对国王的成功感到难受,因为他们曾与阿佩莱斯约定要阻挠国王的一切企图,但他们不仅无法做到,反而事态的发展与他们的意图完全相反,显然他们的计划落空了。
ἀλλʼ ἧκόν γε πρὸς τὸ δεῖπνον.
然而,他们还是出席了晚宴。