§5.13.1ὁ δὲ Φίλιππος — ἀπὸ γὰρ τούτων παρεξέβην — ὅσα δυνατὸν ἦν ἄγειν καὶ φέρειν ἀναλαβὼν ἐκ τοῦ Θέρμου προῆγε, ποιούμενος τὴν αὐτὴν ἐπάνοδον ᾗ καὶ παρεγένετο, προβαλόμενος μὲν τὴν λείαν εἰς τοὔμπροσθεν καὶ τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τῆς οὐραγίας ἀπολιπὼν τοὺς Ἀκαρνᾶνας καὶ τοὺς μισθοφόρους,
一方フィリッポスは――というのも、私はこれらの事柄から脱線していたのだが――テルモスから掠奪しうる限りのものを携えて前進し、やって来たのと同じ帰路をたどりながら、戦利品と重装武器を前方に送り出す一方で、後衛にはアカルナニア人たちと傭兵たちを残した。
§5.13.2σπεύδων ὡς τάχιστα διανύσαι τὰς δυσχωρίας διὰ τὸ προσδοκᾶν τοὺς Αἰτωλοὺς ἐξάψεσθαι τῆς οὐραγίας, πιστεύοντας ταῖς ὀχυρότησι τῶν τόπων.
彼は、アイトリア人たちが地勢の険しさに信頼を置いて後衛に襲いかかるであろうと予想していたため、険路をできるだけ早く通過しようと急いでいた。
§5.13.3ὃ καὶ συνέβη γενέσθαι παρὰ πόδας.
そして、それはすぐに現実となった。
οἱ γὰρ Αἰτωλοὶ προσβεβοηθηκότες καὶ συνηθροισμένοι σχεδὸν εἰς τρισχιλίους, ἕως μὲν ὁ Φίλιππος ἦν ἐπὶ τῶν μετεώρων, οὐκ ἤγγιζον, ἀλλʼ ἔμενον ἔν τισι τόποις ἀδήλοις, Ἀλεξάνδρου τοῦ Τριχωνέως προεστῶτος αὐτῶν· ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν ἐπέβαλον εὐθέως εἰς τὸν Θέρμον καὶ προσέκειντο τοῖς ἐσχάτοις.
というのも、救援に駆けつけ、およそ三千人に集結していたアイトリア人たちは、フィリッポスが高地にいる間は近づかず、トリコニオンのアレクサンドロスを指導者としていくつかの隠れた場所に留まっていたが、後衛が動き出すやいなや、直ちにテルモスに突入し、最後尾の者たちに襲いかかったからである。
§5.13.4γινομένης δὲ ταραχῆς περὶ τὴν οὐραγίαν, ἔτι μᾶλλον ἐκθύμως οἱ παρὰ τῶν Αἰτωλῶν ἐπέκειντο καὶ προσέφερον τὰς χεῖρας, πιστεύοντες τοῖς τόποις.
後衛の周りで混乱が生じると、アイトリアの側の人々は、地勢に自信を得て、いっそう激しく襲いかかり、攻撃を加えた。
§5.13.5ὁ δὲ Φίλιππος, προειδὼς τὸ μέλλον, ὑπό τινα λόφον ὑπεστάλκει τοὺς Ἰλλυριοὺς ἐν τῇ καταβάσει καὶ τῶν πελταστῶν τοὺς ἐπιτηδειοτάτους.
しかしフィリッポスは、起こるべきことをあらかじめ見越して、下り坂の途中の、ある丘の麓にイリュリア人たちと軽装歩兵のうち最も適した者たちを伏せさせていた。
§5.13.6ὧν διαναστάντων ἐπὶ τοὺς ἐπικειμένους καὶ προπεπτωκότας τῶν ὑπεναντίων, τοὺς μὲν λοιποὺς τῶν Αἰτωλῶν ἀνοδίᾳ καὶ προτροπάδην συνέβη φυγεῖν, ἑκατὸν δὲ καὶ τριάκοντα πεσεῖν, ἁλῶναι δʼ οὐ πολὺ τούτων ἐλάττους.
彼らが立ち上がって、襲いかかり突出してきた敵に向かって突撃すると、アイトリア人の残りの者たちは、道なき道を一目散に逃走することになり、百三十人が戦死し、捕虜となった者もこれよりわずかに少ないだけであった。
§5.13.7γενομένου δὲ τοῦ προτερήματος τούτου, ταχέως οἱ περὶ τὴν οὐραγίαν, ἐμπρήσαντες τὸ Πάμφιον καὶ μετʼ ἀσφαλείας διελθόντες τὰ στενά, συνέμιξαν τοῖς Μακεδόσιν·
この勝利が得られると、後衛の者たちは素早くパンフィオンを焼き払い、安全に難所を通過して、マケドニア軍の本隊と合流した。
§5.13.8ὁ γὰρ Φίλιππος ἐστρατοπεδευκὼς περὶ τὴν Μέταπαν ἐνταυθοῖ προσανεδέχετο τοὺς ἀπὸ τῆς οὐραγίας.
というのも、フィリッポスはメタパの周辺に陣を敷き、その場所で後衛から来る者たちを待ち受けていたからである。
εἰς δὲ τὴν ὑστεραίαν κατασκάψας τὴν Μέταπαν προῆγε, καὶ παρενέβαλε περὶ τὴν καλουμένην πόλιν Ἄκρας.
そして翌日、メタパを破壊した後に彼は前進し、アクライと呼ばれる街の周辺に宿営した。
§5.13.9τῇ δʼ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύσας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν.
その翌日、前進すると同時にその地方を略奪し、コノペの周辺に布陣して、その次の日もそこに留まった。
§5.13.10τῇ δʼ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἕως ἐπὶ τὸν Στράτον.
さらにその翌日、再び出発してアケロオス川に沿ってストラトスまで進軍した。
διαβὰς δὲ τὸν ποταμὸν ἐπέστησε τὴν δύναμιν ἐκτὸς βέλους,
そして川を渡り、矢の届かない距離に軍勢を停止させた。