Humanitext Reader

ポリュビオス · 歴史 §5.111.1-5.111.10

プルーシアスのガラテア人撃破と第5巻の結び

475 / 1311 箇所 · ギリシア語

要旨

ビュティニアのプルーシアス王によるガラテア人の撃退と、アレクサンドレイア・トロアス住民によるイリオン包囲からの救出が語られる。そして著者は第5巻を締めくくり、次巻でローマ国制の議論に戻ることを予告する。

§5.111.1ἐπράχθη δέ τι κατὰ τούτους τοὺς χρόνους καὶ Προυσίᾳ μνήμης ἄξιον.
また、この時期にプルーシアスによっても、記憶に値するある事柄が成し遂げられた。
§5.111.2τῶν γὰρ Γαλατῶν, οὓς διεβίβασεν ἐκ τῆς Εὐρώπης ὁ βασιλεὺς Ἄτταλος εἰς τὸν πρὸς Ἀχαιὸν πόλεμον διὰ τὴν ἐπʼ ἀνδρείᾳ δόξαν, τούτων χωρισθέντων τοῦ προειρημένου βασιλέως διὰ τὰς ἄρτι ῥηθείσας ὑποψίας καὶ πορθούντων μετὰ πολλῆς ἀσελγείας καὶ βίας τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις, τὸ δὲ τελευταῖον καὶ πολιορκεῖν τοὺς Ἰλιεῖς ἐπιβαλομένων, §5.111.3ἐγένετο μέν τις οὐκ ἀγεννὴς περὶ ταῦτα πρᾶξις καὶ ὑπὸ τῶν τὴν Τρῳάδα κατοικούντων Ἀλεξάνδρειαν·
というのも、アッタロス王がその勇敢さの評判ゆえに、アカイオスとの戦争のためにヨーロッパからアジアへと渡らせたガラテア人たちが、先ほど述べた不信感から前述の王と袂を分かち、ヘレスポントス沿岸の諸都市を非常な非道と暴力をもって略奪し、ついにはイリオン市民を包囲することにまで着手したのだが、これに関して、トロアス地方のアレクサンドレイアに居住する人々によっても、ある立派な行動がなされたからである。
§5.111.4Θεμίστην γὰρ ἐξαποστείλαντες μετʼ ἀνδρῶν τετρακισχιλίων ἔλυσαν μὲν τὴν Ἰλιέων πολιορκίαν, ἐξέβαλον δʼ ἐκ πάσης τῆς Τρῳάδος τοὺς Γαλάτας, ἐμποδίζοντες ταῖς χορηγίαις καὶ διαλυμαινόμενοι τὰς ἐπιβολὰς αὐτῶν.
彼らはテミステスを四千の兵とともに派遣してイリオン市民の包囲を解き、ガラテア人たちをトロアス全土から追い払い、彼らの物資供給を妨害してその企てを台無しにした。
§5.111.5οἱ δὲ Γαλάται κατασχόντες τὴν Ἀρίσβαν καλουμένην ἐν τῇ τῶν Ἀβυδηνῶν χώρᾳ, λοιπὸν ἐπεβούλευον καὶ προσεπολέμουν ταῖς περὶ τούτους τοὺς τόπους ἐκτισμέναις πόλεσιν.
これに対してガラテア人たちは、アビュドス市民の領内にあるアリスベと呼ばれる地を占領し、その後はこれらの地域に築かれた諸都市に対して陰謀を企て、戦争を仕掛けた。
§5.111.6ἐφʼ οὓς στρατεύσας μετὰ δυνάμεως Προυσίας καὶ παραταξάμενος τοὺς μὲν ἄνδρας κατʼ αὐτὸν τὸν κίνδυνον ἐν χερῶν νόμῳ διέφθειρε, τὰ δὲ τέκνα σχεδὸν ἅπαντα καὶ τὰς γυναῖκας αὐτῶν ἐν τῇ παρεμβολῇ κατέσφαξε, τὴν δʼ ἀποσκευὴν ἐφῆκε διαρπάσαι τοῖς ἠγωνισμένοις.
彼らに対してプルーシアスは軍勢を率いて出陣し、陣を敷いて対峙し、戦闘そのものにおいて男たちを白兵戦で皆殺しにし、彼らの子供のほぼ全員と妻たちを陣営の中で虐殺し、戦利品は戦った兵士たちに略奪させた。
§5.111.7πράξας δὲ ταῦτα μεγάλου μὲν ἀπέλυσε φόβου καὶ κινδύνου τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, καλὸν δὲ παράδειγμα τοῖς ἐπιγινομένοις ἀπέλιπε τοῦ μὴ ῥᾳδίαν ποιεῖσθαι τοὺς ἐκ τῆς Εὐρώπης βαρβάρους τὴν εἰς τὴν Ἀσίαν διάβασιν.
このような行動によって、彼はヘレスポントス沿岸の諸都市を大きな恐怖と危険から解放し、また後世の人々に対して、ヨーロッパの野蛮人たちがアジアへ渡ることを容易だと思わせないための素晴らしい見本を残した。
§5.111.8τὰ μὲν οὖν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
さて、ギリシアとアジアに関する情勢はこのようであった。
τὰ δὲ κατὰ τὴν Ἰταλίαν τῆς περὶ Κάνναν μάχης ἐπιτελεσθείσης τὰ πλεῖστα μετετίθετο πρὸς τοὺς Καρχηδονίους, καθάπερ ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.
他方、イタリアの情勢は、カンナエの戦いが終わった後、その大部分が、これまで私が明らかにしてきたように、カルタゴ側の味方へと移っていった。
§5.111.9ἡμεῖς δὲ νῦν μὲν ἐπὶ τούτων τῶν καιρῶν τῆς διηγήσεως λήξομεν, ἐπεὶ διεληλύθαμεν ἃς περιέσχε τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν πράξεων ἡ τετταρακοστὴ τῶν ὀλυμπιάδων πρὸς ταῖς ἑκατόν·
私たちは今やこの時期をもって叙述を打ち切ることにする。 なぜなら、第百四十回オリンピア期が含んでいたアジアおよびギリシアの出来事をすべて語り終えたからである。
§5.111.10ἐν δὲ τῇ μετὰ ταῦτα βύβλῳ, βραχέα προσαναμνήσαντες τῆς [ἐν ταύτῃ τῇ βύβλῳ] προκατασκευῆς, ἐπὶ τὸν περὶ τῆς Ῥωμαίων πολιτείας λόγον ἐπάνιμεν κατὰ τὴν ἐν ἀρχαῖς ὑπόσχεσιν.
そして、次の巻においては、[この巻における]予備的説明を簡単に思い起こさせた後、当初の約束に従って、ローマの国制に関する議論へと戻ることにする。

語釈・文法注

  1. 5.111.1Προυσίᾳ — 受動態 ἐπράχθη に伴い、行為者を表す与格として機能している。
  2. 5.111.2τῶν γὰρ Γαλατῶν ... τούτων χωρισθέντων — 属格独立格(genitive absolute)を形成している。関係代名詞節 οὓς ... δόξαν の挿入によって主語 τῶν Γαλατῶν から離れたため、指示代名詞 τούτων が補われて属格分詞と結びついている。
  3. 5.111.6ἐν χερῶν νόμῳ — 逐語的には「手の法において」を意味するが、「白兵戦で」「実力行使によって」を意味するポリュビオス好みの慣用表現である。
  4. 5.111.7τοῦ μὴ ῥᾳδίαν ποιεῖσθαι ... τὴν ... διάβασιν — 属格定冠詞付きの不定詞句であり、名詞 παράδειγμα の内容を説明する(同格あるいは結果を表す)。不定詞の主語は τοὺς ἐκ τῆς Εὐρώπης βαρβάρους(対格)、目的語は τὴν εἰς τὴν Ἀσίαν διάβασιν(対格)である。

この箇所を引用する

ポリュビオス, 歴史 §5.111.1-5.111.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.111.1-5.111.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。