§5.108.1ὁ δὲ βασιλεὺς Φίλιππος, ἀνακομισθεὶς κατὰ θάλατταν ἀπὸ τῶν διαλύσεων εἰς Μακεδονίαν, καὶ καταλαβὼν τὸν Σκερδιλαΐδαν ἐπὶ τῇ προφάσει τῶν προσοφειλομένων χρημάτων, πρὸς ἃ καὶ τὰ περὶ τὴν Λευκάδα πλοῖα παρεσπόνδησε, καὶ τότε τῆς μὲν Πελαγονίας πόλισμα διηρπακότα τὸ προσαγορευόμενον Πισσαῖον, §5.108.2τῆς δὲ Δασσαρήτιδος προσηγμένον πόλεις, τὰς μὲν φόβῳ, τὰς δʼ ἐπαγγελίαις, Ἀντιπάτρειαν, Χρυσονδύωνα, Γερτοῦντα, πολλὴν δὲ καὶ τῆς συνορούσης τούτοις Μακεδονίας ἐπιδεδραμηκότα,
他方、フィリッポス王は、和平交渉の場から海路マケドニアへと帰還したが、スケルディライダスが、支払われるべきはずの金銭を口実とし(彼はこの金銭を理由に、レウカス周辺の船を協定に反して強奪していたのである)、当時はペラゴニアのピッサイオンと呼ばれる町を略奪し、ダッサレティスの諸都市、すなわちアンティパトレイア、クリュソンデュオン、ゲルトゥスを、あるものは恐怖によって、あるものは約束によって自陣営に引き入れ、さらには、これらに隣接するマケドニアの多くの土地にも侵入していたのを突き止めた。
§5.108.3παραυτίκα μὲν ὥρμησε μετὰ τῆς δυνάμεως, ὡς ἀνακτήσασθαι σπουδάζων τὰς ἀφεστηκυίας πόλεις,
そこで彼は、離反した都市を奪還することに努め、直ちに軍勢を率いて出撃した。
§5.108.4καθόλου δʼ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδιλαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβασιν.
そして全体としては、スケルディライダスに対して戦争を行うことを決意した。 彼は、他の諸計画のため、そして何よりもイタリアへの渡海のために、イリュリア方面の情勢を予め整えておくことが極めて不可欠であると考えたからである。
§5.108.5ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτʼ ὀνειρώττειν καὶ περὶ ταύτας εἶναι τὰς πράξεις.
というのも、デメトリオスがこの希望と計画を絶えず王の心に燃え立たせていたため、フィリッポスは眠っている間でさえこれらのことを夢に見、このような行動にかかりきりになっていたほどだった。
§5.108.6ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν — τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα — μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνεκεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων·
デメトリオスがこのようなことをしたのは、フィリッポスのためではなく(彼はこれらの計画において、フィリッポスにはおそらく三分の一の取り分しか割り当てていなかった)、むしろローマ人に対する自らの敵意のためであり、そして何よりも自分自身と自らの希望のためであった。
§5.108.7μόνως γὰρ οὕτως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατακτήσασθαι πάλιν.
彼にとって、これだけがファロスにおける自らの支配権を再び取り戻す唯一の方法であると確信していたからである。
§5.108.8πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀργησσόν.
ともかく、フィリッポスは出兵して前述の都市を奪還し、さらにダッサレティスのクレオニオンとゲルスを、リュクニディア湖周辺のエンケラネス、ケラクス、サティオン、ボイオイを、カロイキノイの土地のバンティアを、さらには、いわゆるピサンティノイのオルゲッソスを占領した。
§5.108.9ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν.
これらのことを成し遂げると、彼は軍勢を冬営のために解散した。
ἦν δʼ ὁ χειμὼν οὗτος, καθʼ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν.
この冬は、ハンニバルがイタリアの最も主要な地域を荒廃させ、ダウニアのゲルニオン周辺で冬営を行おうとしていた時期であった。
§5.108.10Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον.
また、ローマ人たちはその際、ガイウス・テレンティウスとルキウス・アエミリウスをみずからの執政官に選出した。