§5.108.1ὁ δὲ βασιλεὺς Φίλιππος, ἀνακομισθεὶς κατὰ θάλατταν ἀπὸ τῶν διαλύσεων εἰς Μακεδονίαν, καὶ καταλαβὼν τὸν Σκερδιλαΐδαν ἐπὶ τῇ προφάσει τῶν προσοφειλομένων χρημάτων, πρὸς ἃ καὶ τὰ περὶ τὴν Λευκάδα πλοῖα παρεσπόνδησε, καὶ τότε τῆς μὲν Πελαγονίας πόλισμα διηρπακότα τὸ προσαγορευόμενον Πισσαῖον, §5.108.2τῆς δὲ Δασσαρήτιδος προσηγμένον πόλεις, τὰς μὲν φόβῳ, τὰς δʼ ἐπαγγελίαις, Ἀντιπάτρειαν, Χρυσονδύωνα, Γερτοῦντα, πολλὴν δὲ καὶ τῆς συνορούσης τούτοις Μακεδονίας ἐπιδεδραμηκότα,
而腓力国王在和解协议达成后经海路返回马其顿,发现斯凯尔迪莱达斯以尚欠他的款项为借口(由于这个原因,他还违约夺取了莱夫卡斯周围的船只),在当时不仅掠夺了佩拉戈尼亚名为皮萨翁的城镇,还拉拢了达萨雷蒂斯的城市,即安提帕特里亚、克里松迪翁和盖尔图斯,其中一些是通过恐吓,另一些是通过承诺,并且还侵袭了与这些地区接壤的大片马其顿领土。
§5.108.3παραυτίκα μὲν ὥρμησε μετὰ τῆς δυνάμεως, ὡς ἀνακτήσασθαι σπουδάζων τὰς ἀφεστηκυίας πόλεις,
于是他立即率军出发,急于收复那些反叛的城市。
§5.108.4καθόλου δʼ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδιλαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβασιν.
并且在总体上,他决定对斯凯尔迪莱达斯开战,认为为了其他计划,尤其是为了渡海前往意大利,预先整顿伊利里亚的事务是极其必要的。
§5.108.5ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτʼ ὀνειρώττειν καὶ περὶ ταύτας εἶναι τὰς πράξεις.
因为德米特里乌斯不断地向国王煽动这种希望和计划,以至于腓力甚至在睡梦中都梦见这些事情,并完全沉浸在这些行动之中。
§5.108.6ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν — τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα — μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνεκεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων· §5.108.7μόνως γὰρ οὕτως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατακτήσασθαι πάλιν.
德米特里乌斯这样做并非为了腓力——因为在这些计划中他大概只给腓力分了三分之一的份额——而是出于对罗马人的敌意,最主要是为了他自己和自我的希望;因为他深信,唯有这样他才能重新夺回自己在法罗斯的统治权。
§5.108.8πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀργησσόν.
无论如何,腓力出兵收复了上述城市,并占领了达萨雷蒂斯的克雷奥尼翁和盖鲁斯,以及莱赫尼迪亚湖周围的恩赫拉奈、凯拉克斯、萨蒂翁、博伊人,还有卡洛伊基尼人领土内的班蒂亚,以及被称为披散蒂尼人的奥尔吉索斯。
§5.108.9ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν.
完成这些后,他解散军队去过冬。
ἦν δʼ ὁ χειμὼν οὗτος, καθʼ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν.
正是这个冬天,汉尼拔在蹂躏了意大利最显要的地区后,准备在达乌尼亚的杰鲁尼乌姆周围建立冬营。
§5.108.10Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον.
而罗马人当时选任盖乌斯·特伦提乌斯和卢基乌斯·埃米利乌斯为他们的执政官。