§5.10.1τοῖς προειρημένοις.
前述の人々(に匹敵する栄誉と栄光を、前述の人々)から(得たのである)。
καὶ μὴν ὁ πρῶτος αὐτῶν αὐξήσας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προσχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην, οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων.
そしてまさに、彼らのうちで最初に王権を拡大し、その王家の卓越性の先駆者となったフィリッポスは、カイロネイアの戦いでアテナイ人を破ったが、武力によって成し遂げたことは、その気性の寛大さと人間愛によって成し遂げたことほど多くはなかった。
§5.10.2τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δʼ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον,
というのも、戦争と武器によっては、彼は対抗した人々だけに打ち勝ち、その支配者となったが、配慮と中庸によって、すべてのアテナイ人と同時に彼らの都市をも手中に収めたからである。
§5.10.3οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν, ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὑτοῦ πρᾳότητος καὶ καλοκἀγαθίας.
己の怒りをその行動に加えることをせず、自らの温和さと高潔さを示すための端緒を得るまで、戦争をし、張り合い続けたのである。
§5.10.4τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, μικρᾷ δαπάνῃ διὰ τὴν ἀγχίνοιαν τὴν μεγίστην πρᾶξιν κατειργάσατο·
それゆえ、身代金なしで捕虜たちを送り返し、アテナイ人の死者を葬り、さらにアンティパトロスに彼らの遺骨を委ね、立ち去る人々の大半に衣服を買い与えたことで、彼はその機転によってわずかな費用で最大の業績を成し遂げた。
§5.10.5τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων.
アテナイ人の自尊心をその心の広さによって圧倒し、彼らを敵ではなく、あらゆることに対して進んで協力する味方にしたからである。
§5.10.6τί δʼ Ἀλέξανδρος;
ではアレクサンドロスはどうか。
ἐκεῖνος γὰρ ἐπὶ τοσοῦτον ἐξοργισθεὶς Θηβαίοις ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν εἰς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως,
彼はテーバイ人に対して、その住民を奴隷にし、都市を地面にまで削り崩すほどに激怒したものの、都市を占領するに際して、神々に対する敬虔さを決して軽んじなかった。
§5.10.7ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μηδʼ ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη.
それどころか、神殿や、広くは聖域に対して、不本意な過ちさえ犯されることのないよう、最大限の配慮を尽くした。
§5.10.8καὶ μὴν ὅτε διαβὰς εἰς τὴν Ἀσίαν μετεπορεύετο τὴν Περσῶν ἀσέβειαν εἰς τοὺς Ἕλληνας, παρὰ μὲν τῶν ἀνθρώπων ἐπειράθη λαβεῖν δίκην ἀξίαν τῶν σφίσι πεπραγμένων, τῶν δὲ τοῖς θεοῖς καταπεφημισμένων πάντων ἀπέσχετο, καίπερ τῶν Περσῶν μάλιστα περὶ τοῦτο τὸ μέρος ἐξαμαρτόντων ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις.
さらに、アジアに渡ってペルシア人のギリシア人に対する不敬を追及した際、人々からは彼らの仕業にふさわしい罰を取ろうとしたが、神々に捧げられたと宣言されているすべてのものからは手を引いた。 ペルシア人たちがギリシアの地において、まさにこの部分で最も多くの過ちを犯したにもかかわらずである。
§5.10.9ταῦτʼ οὖν ἐχρῆν καὶ τότε Φίλιππον ἐν νῷ λαμβάνοντα συνεχῶς μὴ οὕτως τῆς ἀρχῆς ὡς τῆς προαιρέσεως καὶ τῆς μεγαλοψυχίας διάδοχον αὑτὸν ἀναδεικνύναι καὶ κληρονόμον τῶν προειρημένων ἀνδρῶν.
それゆえ、フィリッポスも当時、これらを絶えず念頭に置き、自らを支配権の後継者としてだけでなく、むしろ前述の先祖たちの意志と寛大さの後継者および相続人として示すべきであった。
§5.10.10ὁ δʼ ἵνα μὲν καὶ συγγενὴς Ἀλεξάνδρου καὶ Φιλίππου φαίνηται μεγάλην ἐποιεῖτο παρʼ ὅλον τὸν βίον σπουδήν, ἵνα δὲ ζηλωτὴς οὐδὲ τὸν ἐλάχιστον ἔσχε λόγον.
しかし彼は、自分がアレクサンドロスやフィリッポスの縁者であると見なされることには生涯を通じて大きな努力を払ったが、彼らの模倣者となることには、いささかの考慮も払わなかった。
§5.10.11τοιγαροῦν τἀναντία τοῖς προειρημένοις ἀνδράσιν ἐπιτηδεύων τῆς ἐναντίας ἔτυχε παρὰ πᾶσι
それゆえ、前述の人物たちとは反対のことを行ったため、彼はすべての人々の間でそれとは反対の(評判を)得たのである。