Humanitext Reader

波利比奥斯 · 历史 §5.10.1-5.10.11

先王的宽厚与对菲利普五世的批评

第 374 段,共 1311 段 · 希腊语

内容简介

作者以马其顿的菲利普二世和亚历山大大帝对战败者及神域展现的宽厚与敬虔为例,批评当时的菲利普五世未能效仿先祖的德行,反而背道而驰。

§5.10.1τοῖς προειρημένοις.
从前述的人们那里(获得了不朽的尊荣)。
καὶ μὴν ὁ πρῶτος αὐτῶν αὐξήσας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προσχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην, οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων.
而他们当中首位扩张王权并奠定家族显赫地位的菲利普,在喀罗尼亚战役中击败雅典人后,其凭借武力所达成的,远不及凭借其宽厚和仁爱的人格所达成的。
§5.10.2τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δʼ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον,
因为通过战争和武器,他仅降服了那些与他对抗的人,并成为了反对者的主宰;但通过通达和中庸,他同时将所有雅典人及他们的城市都置于自己的掌管之下。
§5.10.3οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν, ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὑτοῦ πρᾳότητος καὶ καλοκἀγαθίας.
他没有让愤怒主导自己的行为,而是继续进行战争与抗争,直至获得机会来展现自己的温和与高尚。
§5.10.4τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, μικρᾷ δαπάνῃ διὰ τὴν ἀγχίνοιαν τὴν μεγίστην πρᾶξιν κατειργάσατο· §5.10.5τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων.
因此,他无偿释放了俘虏,安葬了雅典人的死者,进而将他们的遗骨托付给安提帕特,并为大多数离去的人备好衣物,他以其机敏,用极低的代价完成了最伟大的功业;因为他以自己的宽宏大量压服了雅典人的傲气,使他们转而成为凡事皆愿鼎力相助的盟友,而非敌人。
§5.10.6τί δʼ Ἀλέξανδρος;
那亚历山大又如何呢?
ἐκεῖνος γὰρ ἐπὶ τοσοῦτον ἐξοργισθεὶς Θηβαίοις ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν εἰς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως, §5.10.7ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μηδʼ ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη.
因为他虽对底比斯人极其愤怒,以致将居民贬为奴隶,并将城市夷为平地,但在占领该城时,他绝未忽视对神明的敬虔,反而竭尽所能予以防范,以免对神殿和整个圣域造成哪怕是无意的冒犯。
§5.10.8καὶ μὴν ὅτε διαβὰς εἰς τὴν Ἀσίαν μετεπορεύετο τὴν Περσῶν ἀσέβειαν εἰς τοὺς Ἕλληνας, παρὰ μὲν τῶν ἀνθρώπων ἐπειράθη λαβεῖν δίκην ἀξίαν τῶν σφίσι πεπραγμένων, τῶν δὲ τοῖς θεοῖς καταπεφημισμένων πάντων ἀπέσχετο, καίπερ τῶν Περσῶν μάλιστα περὶ τοῦτο τὸ μέρος ἐξαμαρτόντων ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις.
此外,当他渡海至亚洲以惩戒波斯人对希腊人的不敬时,他确实试图从那些人身上讨回与他们行径相符的惩罚,但他对所有宣称为神明所有的财物都未予触碰,尽管波斯人在希腊各地恰恰在这一方面犯下的罪行最为深重。
§5.10.9ταῦτʼ οὖν ἐχρῆν καὶ τότε Φίλιππον ἐν νῷ λαμβάνοντα συνεχῶς μὴ οὕτως τῆς ἀρχῆς ὡς τῆς προαιρέσεως καὶ τῆς μεγαλοψυχίας διάδοχον αὑτὸν ἀναδεικνύναι καὶ κληρονόμον τῶν προειρημένων ἀνδρῶν.
因此,当时的菲利普也应不断将这些牢记在心,表明自己不仅是前述先祖之权力的继承人,更应是其志向与宽宏器量的继承者和传人。
§5.10.10ὁ δʼ ἵνα μὲν καὶ συγγενὴς Ἀλεξάνδρου καὶ Φιλίππου φαίνηται μεγάλην ἐποιεῖτο παρʼ ὅλον τὸν βίον σπουδήν, ἵνα δὲ ζηλωτὴς οὐδὲ τὸν ἐλάχιστον ἔσχε λόγον.
然而,尽管他一生都在极力使自己看起来像是亚历山大和菲利普的血亲,但他对于成为他们的效仿者却未给予丝毫关注。
§5.10.11τοιγαροῦν τἀναντία τοῖς προειρημένοις ἀνδράσιν ἐπιτηδεύων τῆς ἐναντίας ἔτυχε παρὰ πᾶσι
因此,由于他的所作所为与前述伟人完全相反,他在所有人中也得到了相反的(名声)……

词汇与语法注释

  1. 5.10.1τοῖς προειρημένοις — 承接前一章(5.9.10)末尾的介词 ἐπί 的与格短语,补全前句“在(前述的人们)之中(获得了不朽的尊荣与光辉)”的结构。
  2. 5.10.3ἕως τοῦ λαβεῖν — 连词 ἕως 连用带冠词属格不定式(τοῦ λαβεῖν),构成表示时间终点的状语短语(“直到获得”)。
  3. 5.10.4συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ — 分词 συνθεὶς(συντίθημι 的不定过去时主动分词)带与格 Ἀντιπάτρῳ 和宾格 τὰ τούτων ὀστᾶ,意为“将他们的遗骨交托给安提帕特”。此处 συντίθημι 在语境中表示“交出、托付(遗骨以供安葬)”。
  4. 5.10.11τῆς ἐναντίας ἔτυχε — 动词 ἔτυχε(τυγχάνω 的不定过去时)支配属格。τῆς ἐναντίας 为阴性属格单数形容词,上下文省略了表示“名声”或“评价”的阴性名词(如 δόξης 或 εὐδοξίας)。

引用这一段

波利比奥斯, 历史 §5.10.1-5.10.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.10.1-5.10.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。