§4.7.1οἱ δʼ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον.
一方アカイア人たちは、この時期に法律に基づいて定められていた彼らの会合の時期が来たので、アイギオンにやって来た。
συνελθόντες δʼ εἰς τὴν ἐκκλησίαν, §4.7.2καὶ τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμένοις καὶ παρασπονδουμένοις, §4.7.3διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις,
そして民会に集まると、パトライ人とファライ人がアイトリア人の通過の際に自分たちの領土に引き起こされた不正行為を説明し、また、メッセニア人が使節を通じて出席し、不正な扱いを受け条約を破られた自分たちを援助するよう求めている中で、彼らは語られたことを聞き終え、パトライ人やファライ人に同調して憤慨し、メッセニア人の不幸に同情した。
§4.7.4μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας,
特に、アイトリア人に通過を許可した者が誰もいないのにもかかわらず、また全く願い出ることも試みずに、条約に反してアカイアの地に軍隊を率いて侵入したことは、恐るべきことだと彼らは考えた。
§4.7.5ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· ὃ δʼ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτʼ εἶναι κύριον.
これ下すべてのことに憤激して、彼らはメッセニア人を援助すること、および将軍が武器をとってアカイア人を招集すること、そして、集まって討議した人々が決定したことが何であれ、それが効力を持つことを決議した。
§4.7.6ὁ μὲν οὖν Τιμόξενος ὁ τότʼ ἔθʼ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων.
そこで、当時まだ将軍の地位にあったティモクセノスは、任期が今にも終わろうとしていたこと、また同時に、アカイア人たちが現時点で武器を取っての訓練に対して怠慢であったために彼らを不信に思っていたことから、出征すること、また大衆を一般招集すること全般を躊躇した。
§4.7.7μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς.
というのも、スパルタの王クレオメネスの追放の後、それまでの戦争で疲弊していた一方で、現在の状況を信頼していたため、ペロポネソス人はみな、軍事的な備えを軽視していたからである。
§4.7.8ὁ δʼ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ τῶν ἐπάνω χρόνων.
しかしアラトスは、アイトリア人の不遜な態度に憤慨し憤激し、以前からの敵対関係が彼らの間にあらかじめ存在していたこともあって、より熱意をもって事態に対処した。
§4.7.9διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς.
それゆえ、彼はアカイア人を武器とともに招集することを急ぎ、アイトリア人と戦うことを熱望していた。
§4.7.10τέλος δὲ πένθʼ ἡμέραις πρότερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν.
ついに、自らの任期が始まる五日前に、ティモクセノスから公印を受け取ると、彼は各都市に手紙を書き、兵役に適した年齢の者たちを武器とともにメガロポリスへ招集した。
§4.7.11ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως.
彼については、その天性の特異性のゆえに、あらかじめ簡潔に述べておくことが適切であるように私には思われる。