Humanitext Reader

ポリュビオス · 歴史 §4.78.1-4.78.13

フィリッポスによるアリペイラ攻略と開城

355 / 1311 箇所 · ギリシア語

要旨

アイトリアの将軍ピリダスが兵力を分散させて形勢を伺う中、マケドニア王フィリッポスはアテナ像で有名な要害の地アリペイラを急襲する。マケドニア軍は陽動作戦を用いて城壁を守る敵を翻弄し、王自身が砦の外郭を占領して最終的に都市と要塞を合意の下に降伏させた。

§4.78.1πλὴν ὅ γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον.
ともあれピリダスは、エリス兵をレプレオンに、傭兵たちをアリペイラに送り出した一方、自身はアイトリア兵を率いてテュパネアイに留まり、今後の形勢を伺っていた。
§4.78.2ὁ δὲ βασιλεὺς ἀποθέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρʼ αὐτὴν τὴν τῶν Ἡραιέων πόλιν,
一方、王は手荷物を後に残し、ヘライア人の都市のすぐそばを流れるアルペイオス川に架かる橋を渡って、アリペイラへとやって来た。
§4.78.3ἧκε πρὸς τὴν Ἀλίφειραν, ἣ κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν, ἔχει δʼ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα.
この都市は四方が切り立った崖に囲まれた丘の上に位置し、その丘には十スタディオン以上の登り道があった。 また、丘全体のまさに頂上には砦があり、そこには美しさと大きさにおいて際立つ青銅のアテナ像が立っていた。
§4.78.4οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως ἢ χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμφισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοις — οὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρανῶς —
この像の制作が、いかなる意図や出資によってそもそも始められたのかという原因については、地元の人々の間でも議論が分かれている。 というのも、どこから、また誰がこれを奉納したのかが明確には分かっていないからである。
§4.78.5τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων.
しかしながら、その芸術的な完成度については万人によって同意されており、ヒュパトドロスとソストラトスが制作した、極めて壮大で高い技術水準にある作品の一つとされている。
§4.78.6οὐ μὴν ἀλλʼ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν ὁ βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων,
とはいえ、晴れ渡った輝かしい一日が訪れると、王は夜明け頃に複数の場所に、梯子を運ぶ者たちと、その前方に傭兵の支援部隊を配置した。
§4.78.7ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον.
さらに、前述の者たちの後方に、それぞれに割り振られたマケドニア兵たちを配備し、太陽が昇るのと同時に、全員に丘に向かって進撃するように命じた。
§4.78.8ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας.
マケドニア兵たちが命じられたことを熱心にかつ凄まじい勢いで実行したため、アリペイラの人々は常に彼らに向かって突進し、マケドニア兵が最も接近してくるのが見える場所に駆け集まることになった。
§4.78.9κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς.
この間に、王自身は最も優秀な部下たちを従え、いくつかの険しい崖を通って、砦の外郭へと気づかれずに登り切った。
§4.78.10ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως.
合図が送られると、全員が一斉に梯子を立てかけ、都市の攻略を試みた。
§4.78.11πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών·
まず第一に、王が砦の外郭を、そこがもぬけの殻であることを確認した上で占拠した。
τούτου δʼ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν.
そしてここが火にかけられると、城壁を守っていた者たちは行く末を予見し、砦が先に占領されて最後の希望をも失うのではないかと非常に恐れ、城壁を放棄してアクロポリスへと逃げ去ろうと駆け出した。
οἱ δὲ Μακεδόνες, §4.78.12γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν.
一方マケドニア兵たちは、これが起きると、ただちに城壁と都市の両方を制圧した。
§4.78.13μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθʼ ὁμολογίαν.
その後、砦に籠もっていた者たちがフィリッポスに使節を送ってきたため、王が安全を保障した上で、合意に基づいてここをも引き渡させた。

語釈・文法注

  1. 4.78.3ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν — 現在分詞 ἔχοντος は男性・中性単数属格であり、先行詞の「丘」(λόφου, 男性単数属格)を修飾している。πλεῖον ἢ δέκα σταδίων(10スタディオン以上)は、名詞 πρόσβασιν(登り道、アプローチ)の長さを規定する性質の属格として機能している。
  2. 4.78.9ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς — 動詞 λανθάνω (ἔλαθε) と分詞(ἀναβάς)の結合により、「気づかれずに〜した」という慣用表現を形成している。ここでは「王が気づかれずに登り切った」という意味になる。
  3. 4.78.11περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι — 懸念を示す形容詞 περιδεεῖς(ひどく恐れて)に導かれ、接続詞 μή と接続法(στερηθῶσι)が「〜ではないかと恐れる」という懸念の従属節を形成している。また、その節の内部に、属格絶対「砦が先に占領されたならば」(τῆς ἄκρας προκαταληφθείσης)が条件的に挿入されている。

この箇所を引用する

ポリュビオス, 歴史 §4.78.1-4.78.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.78.1-4.78.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。