Humanitext Reader

波利比奥斯 · 历史 §4.7.1-4.7.11

阿凯亚同盟决定援助美塞尼亚与阿拉图斯动员军队

第 284 段,共 1311 段 · 希腊语

内容简介

阿凯亚同盟在埃吉乌姆集会,决定援助对抗埃托利亚人侵犯的美塞尼亚人。即将继任的将军阿拉图斯提前接管权力并召集军队至梅加洛波利斯。

§4.7.1οἱ δʼ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον.
此时,由于法律规定的定期会议届期,阿凯亚人来到了埃吉乌姆。
συνελθόντες δʼ εἰς τὴν ἐκκλησίαν, §4.7.2καὶ τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμένοις καὶ παρασπονδουμένοις, §4.7.3διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις, §4.7.4μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας,
在他们聚集到公民大会后,帕特雷人和法赖人陈述了埃托利亚人通过时对其领地造成的损害,同时美塞尼亚人派出使节到场,请求援助他们这些遭受不义和违背盟约对待的人,听取了这些陈述后,阿凯亚人既对帕特雷人和法赖人感同身受地感到愤怒,又对美塞尼亚人的不幸遭遇深表同情,特别是,他们认为极其恶劣的是,在没有任何人允许埃托利亚人通过、他们甚至也根本没有试图请求许可的情况下,竟然胆敢违背条约,率领军队踏上阿凯亚的领土。
§4.7.5ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· ὃ δʼ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτʼ εἶναι κύριον.
在所有这些事情的激怒下,他们投票决定援助美塞尼亚人,并由将军召集全副武装的阿凯亚人;凡集会商议者所作出的决定,皆具有法律效力。
§4.7.6ὁ μὲν οὖν Τιμόξενος ὁ τότʼ ἔθʼ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων.
因此,当时仍在任的将军蒂莫克塞诺斯,因其任期即将届满,同时又由于阿凯亚人目前对武装训练态度松懈而不信任他们,因而回避了出征以及对民众的大规模集会。
§4.7.7μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς.
因为自斯巴达国王克里昂米尼被驱逐之后,伯罗奔尼撒人一方面因过去的战争而疲惫不堪,另一方面又对当前的局势感到放心,所有人便都忽视了军事准备。
§4.7.8ὁ δʼ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ τῶν ἐπάνω χρόνων.
然而,阿拉图斯由于对埃托利亚人的大胆行径感到愤怒和激恼,因而更加充满激情地处理此事,加之他们之间自昔日以来便已存在敌对关系。
§4.7.9διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς.
因此,他也急于召集全副武装的阿凯亚人,并急于与埃托利亚人交战。
§4.7.10τέλος δὲ πένθʼ ἡμέραις πρότερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν.
最终,在自己的任期开始前五天,他从蒂莫克塞诺斯手中接过了公印,写信给各个城市,并将适龄服役的青年全副武装召集到梅加洛波利斯。
§4.7.11ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως.
关于他,由于其天性的独特性,我认为有必要在事先作简要的叙述。

词汇与语法注释

  1. 4.7.2τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων — 与后文的 `τῶν τε Μεσσηνίων παρόντων` 一同构成属格独立结构(genitive absolute)。这些短语描述了主句动作(特别是修饰分词 `διακούσαντες`)的背景情况,展现了大会召开时各城邦提出的控诉。
  2. 4.7.4εἶναι δεινὸν εἰ — 这是非人称表达 `δεινόν ἐστιν εἰ...`(……是极其恶劣的)的不定式形式,充当主导分词 `νομίζοντες` 的宾语(带 want 的对格不定式结构)。在由 `εἰ` 引导的从属句中,嵌入了属格独立结构 `συγχωρήσαντος... μηδενὸς`(在无人允许的情况下)。
  3. 4.7.6ὅσον οὔπω — 意为“几乎”、“正要”的副词性惯用语。此处修饰属格独立结构中的分词 `ληγούσης`,表明蒂莫克塞诺斯任期即将届满的紧迫时间状态。

引用这一段

波利比奥斯, 历史 §4.7.1-4.7.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.7.1-4.7.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。