§4.6.1καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο.
また海路では、彼らはただちに海賊たちを派遣した。 その海賊たちはキテラ島周辺でマケドニアからの王の船に行き当たると、これを乗組員ごと、すなわち船長や乗客をアイトリアへ連行し、それらを船とともに売り払った。
τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν,
また、エピロスの沿岸部を略奪した。
§4.6.2συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν·
その不正行為のためにケファレニア人の船を利用した。
ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι.
また彼らはアカルナニアのテュリオンを占領しようと企てた。
§4.6.3ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοποννήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον·
これと同時に、密かにペロポネソスを通して数名を派遣し、メガロポリス人の領地のただ中に、クラリオンと呼ばれる砦を占領した。
ᾧ λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν τούτῳ πρὸς τὰς ἁρπαγάς.
彼らはそこを略奪品売却所として利用し、略奪のためにそこにとどまった。
§4.6.4οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος ὁ τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλικῶν πραγμάτων ὑπʼ Ἀντιγόνου καταλελειμμένον, ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις.
とはいえ、この砦については、アカイア人の将軍ティモクセノスが、アンティゴノスによってペロポネソスの王の諸事の管理のために残されていたタウリオンを伴って、数日のうちに完全に攻め落とした。
§4.6.5ὁ γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς καιρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκατέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, βουλόμενος,
というのも、アンティゴノス王はコリントスをば、クレオメネス戦争の危急の際のアカイア人の同意に基づいて保持していたが、オルコメノスについては武力で奪取したのちアカイア人に返還せず、自らのものとして保持していた。
§4.6.6ὥς γʼ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσόδου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχομενῷ φρουρᾶς καὶ παρασκευῆς.
それは、彼が望んでいたからである、私の見解では、ペロポネソスへの進入路を支配するだけでなく、オルコメノスの守備隊と軍備を通じて、その内陸部をも監視することを。
§4.6.7οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν ᾧ λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν, §4.6.8συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασάμενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν.
一方、ドリマコスとスコパスの徒は、ティモクセノスの任期がまだわずかしか残っておらず、アラトスがアカイア人によって翌年の将軍に選出されたものの、まだその任期が始まろうとはしていない、という時期を見計らって、アイトリア人全員をリオンに招集し、渡航用の舟を準備し、ケファレニア人の船を用意して、兵たちをペロポネソスへと渡らせ、メッセニアへと進軍した。
§4.6.9ποιούμενοι δὲ τὴν πορείαν διὰ τῆς Πατρέων καὶ Φαραιέων καὶ Τριταιέων χώρας ὑπεκρίνοντο μὲν βούλεσθαι μηδὲν ἀδίκημα ποιεῖν εἰς τοὺς Ἀχαιούς, §4.6.10οὐ δυναμένου δὲ τοῦ πλήθους ἀπέχεσθαι τῆς χώρας διὰ τὴν πρὸς τὰς ὠφελείας ἀκρασίαν, κακοποιοῦντες αὐτὴν καὶ λυμαινόμενοι διῄεσαν, μέχρι παρεγενήθησαν εἰς τὴν Φιγάλειαν.
彼らはパトライ、ファライ、トリタイアの人々の領土を通って行軍する際、アカイア人に対していかなる不正も行うことを望まないという素振りを見せていたが、群衆が略奪に対する自制心のなさからその土地に手を出すのを我慢できず、そこを荒らし略奪しながら進み、ついにはフィガレイアに到着した。
§4.6.11ποιησάμενοι δὲ τὴν ὁρμὴν ἐντεῦθεν αἰφνιδίως καὶ θρασέως, ἐνέβαλον εἰς τὴν τῶν Μεσσηνίων χώραν, οὔτε τῆς ὑπαρχούσης αὐτοῖς ἐκ παλαιῶν χρόνων πρὸς τοὺς Μεσσηνίους φιλίας καὶ συμμαχίας οὐδʼ ἡντινοῦν ποιησάμενοι πρόνοιαν οὔτε τῶν κατὰ κοινὸν ὡρισμένων δικαίων παρʼ ἀνθρώποις.
彼らはそこから不意に、かつ大胆に襲撃を行い、メッセニア人の領土に侵入した。 彼らは、古くから自分たちとメッセニア人との間に存在していたいかなる友好関係や同盟関係にも全く顧みず、また人類の間で一般に定められているいかなる権利・正義にも配慮しなかった。
§4.6.12ἅπαντα δʼ ἐν ἐλάττονι θέμενοι τῆς σφετέρας πλεονεξίας ἀδεῶς ἐπόρθουν, οὐ τολμώντων ἐπεξιέναι καθόλου τῶν Μεσσηνίων.
彼らはすべてのことを自らのどん欲さよりも二次的なものとみなし、恐れることなく略奪を繰り返したが、メッセニア人たちは全く手向かう勇気を持たなかった。