§4.66.1ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμβαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πελοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμβαλεῖν εἰς τὴν Μακεδονίαν.
王がまだこれらのことに携わっているうちに、マケドニアから使者が到着し、ダルダニア人たちが、彼のペロポネソスへの遠征を察知して、軍勢を集め、マケドニアに侵入することを決定して、大いなる準備を行っているということを明らかにした。
§4.66.2ἀκούσας δὲ ταῦτα καὶ νομίσας ἀναγκαῖον εἶναι βοηθεῖν κατὰ τάχος τῇ Μακεδονίᾳ, τοὺς μὲν παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἀπέστειλε, δοὺς ἀπόκρισιν ὅτι τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν,
これを聞き、マケドニアを速やかに救援することが不可欠であると考えた彼は、アカイア人からの使節たちを送り帰したが、その際、すでに報告されている事態に対処した後は、彼らを力に応じて支援すること以上に先決とすることは何もないだろうという返答を与えた。
§4.66.3αὐτὸς δʼ ἀναζεύξας μετὰ σπουδῆς ἐποιεῖτο τὴν ἐπάνοδον, ᾗπερ καὶ τὴν παρουσίαν ἐπεποίητο.
彼自身は急いで軍を撤収し、自分がやって来たのと全く同じルートを通って帰路についた。
§4.66.4μέλλοντος δʼ αὐτοῦ διαβαίνειν τὸν Ἀμβρακικὸν κόλπον ἐξ Ἀκαρνανίας εἰς Ἤπειρον, παρῆν ἐφʼ ἑνὸς λέμβου Δημήτριος ὁ Φάριος, ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων ἐκ τῆς Ἰλλυρίδος·
彼がアカルナニアからエペイロスへとアンブラキア湾を渡ろうとしていたとき、ファロスのデメトリオスが一艘の快速船に乗って現れた。 彼はローマ人によってイリュリアから追放されていた。
ὑπὲρ ὧν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.
これらについては、これより前の部分で我々によって述べられている。
§4.66.5τοῦτον μὲν οὖν Φίλιππος ἀποδεξάμενος φιλανθρώπως ἐκέλευσε πλεῖν ὡς ἐπὶ Κόρινθον κἀκεῖθεν ἥκειν διὰ Θετταλίας εἰς Μακεδονίαν·
フィリッポスは彼を好意的に受け入れ、コリントスに向けて航海し、そこからテッサリア経由でマケドニアへ来るように命じた。
αὐτὸς δὲ διαβὰς εἰς τὴν Ἤπειρον προῆγε κατὰ τὸ συνεχὲς εἰς τὸ πρόσθεν.
彼自身はエペイロスに渡り、絶え間なく前進した。
§4.66.6παραγενομένου δʼ αὐτοῦ τῆς Μακεδονίας εἰς Πέλλαν, ἀκούσαντες οἱ Δαρδάνιοι παρὰ Θρᾳκῶν τινων αὐτομόλων τὴν παρουσίαν τοῦ Φιλίππου, καταπλαγέντες παραχρῆμα διέλυσαν τὴν στρατείαν, καίπερ ἤδη σύνεγγυς ὄντες τῆς Μακεδονίας.
彼がマケドニアのペラに到着したとき、ダルダニア人たちは、トラキア人の脱走兵たちからフィリッポスの到来を聞き、驚愕して、すでにマケドニアの近くに達していたにもかかわらず、直ちに軍を解散した。
§4.66.7Φίλιππος δὲ πυθόμενος τὴν τῶν Δαρδανέων μετάνοιαν, τοὺς μὲν Μακεδόνας διαφῆκε πάντας ἐπὶ τὴν τῆς ὀπώρας συγκομιδήν, αὐτὸς δὲ πορευθεὶς εἰς Θετταλίαν τὸ λοιπὸν μέρος τοῦ θέρους ἐν Λαρίσῃ διῆγε.
フィリッポスは、ダルダニア人たちの計画中止を知ると、マケドニア人たちを皆、収穫のために解散させ、彼自身はテッサリアへと赴き、夏の残りの期間をラリサで過ごした。
§4.66.8κατὰ δὲ τὸν καιρὸν τοῦτον Αἰμίλιος ἐκ τῆς Ἰλλυρίδος εἰσῆγε λαμπρῶς εἰς τὴν Ῥώμην τὸν θρίαμβον, Ἀννίβας δὲ Ζάκανθαν ᾑρηκὼς κατὰ κράτος διέλυσε τὰς δυνάμεις εἰς παραχειμασίαν·
この頃、アイミリウスはイリュリアからローマへと華々しく凱旋式を挙行して入場しており、ハンニバルはザカンテを力ずくで占領し、冬営のために軍勢を解散していた。
§4.66.9Ῥωμαῖοι δέ, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων, ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον καὶ Τεβέριον Σεμπρώνιον.
ローマ人たちは、ザカンテ人の陥落が彼らに伝わると、カルタゴ人からハンニバルの引き渡しを要求するために使節を派遣し、同時に、プブリウス・コルネリウスとティベリウス・センプロニウスを執政官に任命して、戦争への準備を進めた。
§4.66.10ὑπὲρ ὧν ἡμεῖς τὰ μὲν κατὰ μέρος ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν·
これらについては、我々は前巻において詳細に述べている。
νῦν δʼ ἀναμνήσεως χάριν αὐτὰ προηνεγκάμεθα κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν, ἵνα γινώσκηται τὰ κατάλληλα τῶν πραγμάτων.
しかし、当初の約束に従って、出来事の相互の連関が知られるように、いま思い起こさせるためにこれらを提示したのである。
§4.66.11καὶ τὸ μὲν πρῶτον ἔτος ἔληγε τῆς ὑποκειμένης
そして、対象となっている最初の年が終わりつつあった。